• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Justin Martyr (100-165) Dialogus cum Tryphone Dialogus cum Tryphono Judaeo

12

1. Ἔλεγον δὲ ἔτι καὶ προσέφερον ὅτι καὶ ἐν ἄλλοις λόγοις Ἠσαίας βοᾷ· Ἀκούσατέ μου τοὺς λόγους, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυεὶδ τὰ πιστά. ἰδοὺ μάρτυρα αὐτὸν ἔθνεσι δέδωκα. ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, λαοί, οἳ οὐκ ἐπίστανταί σε, καταφεύξονται ἐπὶ σέ, ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. 2 τοῦτον αὐτὸν ὑμεῖς ἠτιμώσατε τὸν νόμον καὶ τὴν καινὴν ἁγίαν αὐτοῦ διαθήκην ἐφαυλίσατε, καὶ οὐδὲ νῦν παραδέχεσθε οὐδὲ μετανοεῖτε πράξαντες κακῶς. ἔτι γὰρ τὰ ὦτα ὑμῶν πέφρακται, οἱ ὀφθαλμοὶ ὑμῶν πεπήρωνται, καὶ πεπάχυται ἡ καρδία. κέκραγεν Ἰερεμίας, καὶ οὐδ' οὕτως ἀκούετε· πάρεστιν ὁ νομοθέτης, καὶ οὐχ ὁρᾶτε· πτωχοὶ εὐαγγελίζονται, τυφλοὶ βλέπουσι, καὶ οὐ συνίετε. 3 δευτέρας ἤδη χρεία περιτομῆς, καὶ ὑμεῖς ἐπὶ τῇ σαρκὶ μέγα φρονεῖτε. σαββατίζειν ὑμᾶς ὁ καινὸς νόμος διὰ παντὸς ἐθέλει, καὶ ὑμεῖς μίαν ἀργοῦντες ἡμέραν εὐσεβεῖν δοκεῖτε, μὴ νοοῦντες διὰ τί ὑμῖν προσετάγη· καὶ ἐὰν ἄζυμον ἄρτον φάγητε, πεπληρωκέναι τὸ θέλημα τοῦ θεοῦ φατε. οὐκ ἐν τούτοις εὐδοκεῖ κύριος ὁ θεὸς ἡμῶν. εἴ τις ἐστὶν ἐν ὑμῖν ἐπίορκος ἢ κλέπτης, παυσάσθω· εἴ τις μοιχός, μετανοησάτω, καὶ σεσαββάτικε τὰ τρυφερὰ καὶ ἀληθινὰ σάββατα τοῦ θεοῦ· εἴ τις καθαρὰς οὐκ ἔχει χεῖρας, λουσάσθω, καὶ καθαρός ἐστιν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Dialogus cum Tryphono Judaeo
Translations of this Work
Dialog mit dem Juden Trypho (BKV) Compare
Dialogue de Saint Justin avec le juif Tryphon Compare
Dialogue of Justin, Philosopher and Martyr, with Trypho, a Jew Compare
Commentaries for this Work
Einleitung
Introductory Note to the Writings of Justin Martyr

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy