• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Justin Martyr (100-165) Dialogus cum Tryphone Dialogus cum Tryphono Judaeo

66

1. Κἀγὼ πάλιν ἀναλαβὼν τὸν λόγον, ὁπόθεν τὴν ἀρχὴν ἐπεπαύμην ἀποδεικνύων ὅτι ἐκ παρθένου γεννητὸς καὶ διὰ παρθένου γεννηθῆναι αὐτὸν διὰ Ἠσαίου ἐπεπροφήτευτο, καὶ αὐτὴν τὴν προφητείαν πάλιν ἔλεγον. 2 ἔστι δὲ αὕτη· Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν Ἠσαίας· Ἀκούσατε δή, οἶκος Δαυείδ. μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. βούτυρον καὶ μέλι φάγεται. 3 πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον κακὸν ἢ ἀγαθόν, ἀπειθεῖ πονηρὰ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. καὶ καταληφθήσεται ἡ γῆ. σκληρῶς οἴσεις ἀπὸ προσώπου τῶν δύο βασιλέων. ἀλλ' ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀπὸ τῆς ἡμέρας ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα Ἀσσυρίων. 4 καὶ ἐπέφερον· Ὅτι μὲν οὖν ἐν τῷ γένει τῷ κατὰ σάρκα Ἀβραὰμ οὐδεὶς οὐδέποτε ἀπὸ παρθένου γεγέννηται οὐδὲ λέλεκται γεγεννημένος ἀλλ' ἢ οὗτος ὁ ἡμέτερος Χριστός, πᾶσι φανερόν ἐστι.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Dialogus cum Tryphono Judaeo
Translations of this Work
Dialog mit dem Juden Trypho (BKV) Compare
Dialogue de Saint Justin avec le juif Tryphon Compare
Dialogue of Justin, Philosopher and Martyr, with Trypho, a Jew Compare
Commentaries for this Work
Einleitung
Introductory Note to the Writings of Justin Martyr

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy