• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Tatian (120-173) Oratio ad Graecos

23

Εἶδον ἀνθρώπους ὑπὸ τῆς σωμασκίας βεβαρημένους καὶ φορτίον τῶν ἐν αὑτοῖς κρεῶν περιφέροντας, οἷς ἔπαθλα καὶ στέφανοι πρόκεινται προκαλουμένων αὐτοὺς τῶν ἀγωνοθετῶν οὐκ ἐπ' ἀνδραγαθίᾳ, ὕβρεως δὲ καὶ στάσεως φιλονεικίᾳ, καὶ τὸν μᾶλλον πλήκτην στεφανούμενον. καὶ ταῦτα μέν ἐστι τῶν κακῶν τὰ ἐλάττονα· τὰ δὲ μείζονα τίς οὐκ ἂν ἐξειπεῖν ὀκνήσειεν; ἀργίαν τινὲς ἐπανῃρημένοι διὰ τὴν ἀσωτίαν ἑαυτοὺς εἰς τὸ φονευθῆναι πιπράσκουσιν· καὶ πωλεῖ μὲν ἑαυτὸν ὁ πεινῶν, ὁ δὲ πλουτῶν ὠνεῖται τοὺς φονεύσοντας. καὶ τούτοις οἱ μαρτυροῦντες καθίζονται, μονομαχοῦσί τε οἱ πυκτεύοντες περὶ οὐδενός, καὶ ὁ βοηθήσων οὐ κάτεισιν. ἆρά γε τὰ τοιαῦτα ὑφ' ὑμῶν καλῶς ἐπιτελεῖται; τὸ μὲν γὰρ στρατόπεδον τῶν μιαιφονούντων ὁ προὔχων ἐν ὑμῖν συναγείρει λῃστοτροφεῖν ἐπαγγελλόμενος, οἱ δὲ λῃστεύοντες ἀπ' αὐτοῦ προΐασιν, καὶ πάντες ἐπὶ τὴν θέαν σύνιτε κριταὶ γινόμενοι τοῦτο μὲν πονηρίας ἀγωνοθέτου, τοῦτο δὲ καὶ αὐτῶν τῶν μονομαχούντων. ὁ δὲ τῷ φόνῳ μὴ περιτυχὼν λυπεῖται, διότι μὴ κατεκρίθη πονηρῶν καὶ μιαρῶν ἔργων θεατὴς γενέσθαι. θύετε ζῶα διὰ τὴν κρεωφαγίαν καὶ ἀνθρώπους ὠνεῖσθε τῇ ψυχῇ [διὰ] τὴν ἀνθρωποσφαγίαν παρεχόμενοι, τρέφοντες αὐτὴν αἱματεκχυσίαις ἀθεωτάταις. ὁ μὲν οὖν λῃστεύων φονεύει χάριν τοῦ λαβεῖν, ὁ δὲ πλουτῶν μονομάχους ὠνεῖται χάριν τοῦ φονεῦσαι.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Oratio ad Graecos
Translations of this Work
Address of Tatian to the Greeks Compare
Le Discours aux Grecs de Tatien Compare
Rede an die Bekenner des Griechentums (BKV) Compare
Commentaries for this Work
Einleitung zu Tatians Rede an die Bekenner des Griechentums
Introductory Note to Tatian the Assyrian

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy