8
Ὑπόθεσις δὲ αὐτοῖς τῆς ἀποστασίας οἱ ἄνθρωποι γίνονται. διάγραμμα γὰρ αὐτοῖς ἀστροθεσίας ἀναδείξαντες ὥσπερ οἱ τοῖς κύβοις παίζοντες, τὴν εἱμαρμένην εἰσηγήσαντο λίαν ἄδικον. ὅ τε γὰρ κρίνων καὶ ὁ κρινόμενος καθ' εἱμαρμένην εἰσὶν γεγονότες, καὶ οἱ φονεύοντες καὶ οἱ φονευόμενοι καὶ οἱ πλουτοῦντες καὶ οἱ πενόμενοι τῆς αὐτῆς εἱμαρμένης ὑπάρχουσιν ἀπογεννήματα, πᾶσά τε γένεσις ὥσπερ ἐν θεάτρῳ τερπωλὴν παρέσχε τούτοις, παρ' οἷς, ὥς φησιν Ὅμηρος, ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν. οἱ γὰρ τοὺς μονομαχοῦντας βλέποντες καὶ θάτερος θατέρῳ σπουδάζων (***) καὶ ὁ γαμῶν καὶ παιδοφθορῶν καὶ μοιχεύων γελῶν τε καὶ ὀργιζόμενος φεύγων τε καὶ τιτρωσκόμενος πῶς οὐχὶ θνητὸς εἶναι νομισθήσεται; δι' ὧν γὰρ ἑαυτοὺς ὁποῖοί τινες πεφύκασι τοῖς ἀνθρώποις πεφανερώκασι, διὰ τούτων τοὺς ἀκούοντας ἐπὶ τὰ ὅμοια προὐτρέψαντο. καὶ μήτι γε οἱ δαίμονες αὐτοὶ μετὰ τοῦ ἡγουμένου [αὐτῶν] Διὸς ὑπὸ τὴν εἱμαρμένην πεπτώκασι τοῖς αὐτοῖς πάθεσιν οἷσπερ καὶ οἱ ἄνθρωποι κρατηθέντες. καὶ ἄλλως δὲ πῶς τιμητέον τούτους παρ' οἷς δογμάτων ἐναντιότης ἐστὶ πολλή; Ῥέα μὲν γάρ, ἣν οἱ ἀπὸ τῶν Φρυγίων ὀρῶν Κυβέλην φασίν, ἀποτμήσεις αἰδοίων νενομοθέτηκεν διὰ τὸν ἐρώμενον ταύτης Ἄττιν· Ἀφροδίτη δὲ γάμου πλοκαῖς ἥδεται. μάγος ἐστιν ἡ Ἄρτεμις, θεραπεύει ὁ Ἀπόλλων. καὶ μετὰ τὴν Γοργοῦς καρατομίαν τῆς Ποσειδῶνος ἐρωμένης, ἀφ' ἧς Πήγασος ὁ ἵππος καὶ ὁ Χρυσάωρ ἀνέθορε, τὰς σταγόνας τῶν αἱμάτων ἡ Ἀθηνᾶ καὶ ὁ Ἀσκληπιὸς διενείμαντο· καὶ ὁ μὲν ἀπ' αὐτῶν ἔσωζεν, ἡ δὲ ἀπὸ τῶν ὁμοίων λύθρων ἀνθρωποκτόνος [ἡ πολεμοποιὸς] ἐγίνετο. ταύτην μοι δοκοῦσιν Ἀθηναῖοι μὴ βουληθέντες διαβάλλειν καὶ τὸν ἀπὸ τῆς Ἡφαίστου μίξεως γινόμενον τῇ Γῇ προσάπτειν, ἵνα μὴ νομίζηται καθάπερ ἡ Ἀταλάντη διὰ τὸν Μελέαγρον, οὕτω καὶ ἡ Ἀθηνᾶ διὰ τὸν Ἥφαιστον τῆς ἀνδρείας ἐστερῆσθαι. ὁ γὰρ ἀμφιγυήεις, ὡς εἰκός, ὁ <πόρπας> καὶ γναμπτὰς ἕλικας δημιουργῶν τοῖς κοροκοσμίοις ἠπάτησε τὴν ἀμήτορα παῖδα καὶ ὀρφανήν. Ποσειδῶν ναυτίλλεται, πολέμοις Ἄρης ἥδεται, κιθαριστής ἐστιν ὁ Ἀπόλλων, Θηβαίοις Διόνυσος τυραννεῖ, Κρόνος τυραννοκτονεῖ. Ζεὺς καὶ θυγατρὶ συγγίνεται, καὶ ἡ θυγάτηρ ἀπ' αὐτοῦ κυεῖ. μαρτυρήσει μοι νῦν Ἐλευσὶς καὶ δράκων ὁ μυστικὸς καὶ Ὀρφεὺς ὁ θύρας δ' ἐπίθεσθε βεβήλοις λέγων. Ἀϊδωνεὺς ἁρπάζει τὴν Κόρην, καὶ αἱ πράξεις αὐτοῦ γεγόνασι μυστήρια· κλαίει Δημήτηρ τὴν θυγατέρα, καί τινες ἀπατῶνται διὰ τοὺς Ἀθηναίους. ἐν τῷ τεμένει τοῦ Λητοΐδου καλεῖταί τις ὀμφαλός· ὁ δ' ὀμφαλὸς τάφος ἐστὶν Διονύσου. ἐπαινῶ σὲ νῦν, ὦ Δάφνη· τὴν ἀκρασίαν τοῦ Ἀπόλλωνος νικήσασα ἤλεγξας αὐτοῦ τὴν μαντικήν, ὅτι μὴ προγνοὺς τὰ περὶ σὲ τῆς αὑτοῦ τέχνης οὐκ ὤνατο. λεγέτω μοι νῦν ὁ ἑκατηβόλος πῶς Ὑάκινθον διεχρήσατο Ζέφυρος. Ζέφυρος αὐτὸν νενίκηκεν· καὶ τοῦ τραγῳδοποιοῦ λέγοντος αὔρα θεῶν ὄχημα τιμιώτατον, ὑπὸ βραχείας αὔρας νικηθεὶς ἀπώλεσε τὸν ἐρώμενον.