• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
II

23.

Τὸν οὖν ἄνθρωπον ὁ θεὸς πεποίηκεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ, τὴν δὲ πλάσιν αὐτοῦ πεφανέρωκεν μετὰ τὴν ἑβδόμην ἡμέραν, ὁπότε καὶ τὸν παράδεισον πεποίηκεν, εἰς τὸ ἐν κρείσσονι τόπῳ καὶ χωρίῳ διαφόρῳ αὐτὸν εἶναι. καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, αὐτὸ τὸ ἔργον δείκνυσιν. πῶς γὰρ οὐκ ἔστιν κατανοῆσαι τὴν μὲν ὠδῖνα, ἣν πάσχουσιν ἐν τῷ τοκετῷ αἱ γυναῖκες, καὶ μετὰ τοῦτο λήθην τοῦ πόνου ποιοῦνται, ὅπως πληρωθῇ ὁ τοῦ θεοῦ λόγος εἰς τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι τὸ γένος τῶν ἀνθρώπων; τί δ’ οὐχὶ καὶ τὴν τοῦ ὄφεως κατάκρισιν, πῶς στυγητὸς τυγχάνει ἕρπων ἐπὶ τῇ κοιλίᾳ καὶ ἐσθίων γῆν, ὅπως καὶ τοῦτο ᾖ εἰς ἀπόδειξιν ἡμῖν τῶν προειρημένων;

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy