• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Theophilus von Antiochien (183) Ad Autolycum
II

29.

Ἐν τῷ οὖν <γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν συλλαβοῦσα ἔτεκεν υἱόν>, ᾧ τοὔνομα <Κάϊν. καὶ εἶπεν· “Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ.” καὶ προσέθετο ἔτι τεκεῖν> δεύτερον, ᾧ ὄνομα <Ἄβελ>. ἤρξατο <ποιμὴν> εἶναι <προβάτων· Κάϊν> δὲ <εἰργάζετο τὴν γῆν>. τὰ μὲν οὖν κατ’ αὐτοὺς πλείω ἔχει τὴν ἱστορίαν, οὐ μὴν ἀλλὰ καὶ τὴν οἰκονομίαν τῆς ἐξηγήσεως· διὸ τὰ τῆς ἱστορίας τοὺς φιλομαθεῖς δύναται ἀκριβέστερον διδάξαι αὐτὴ ἡ βίβλος ἥτις ἐπιγράφεται <Γένεσις κόσμου>.

Ὁπότε οὖν ἐθεάσατο ὁ σατανᾶς οὐ μόνον τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ζῶντας, ἀλλὰ καὶ τέκνα πεποιηκότας, ἐφ’ ὧν οὐκ ἴσχυσεν θανατῶσαι αὐτοὺς φθόνῳ φερόμενος, ἡνίκα ἑώρα τὸν Ἄβελ εὐαρεστοῦντα τῷ θεῷ, ἐνεργήσας εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν καλούμενον Κάϊν ἐποίησεν ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. καὶ οὕτως ἀρχὴ θανάτου ἐγένετο εἰς τόνδε τὸν κόσμον ὁδοιπορεῖν ἕως τοῦ δεῦρο ἐπὶ πᾶν γένος ἀνθρώπων.

Ὁ δὲ θεὸς ἐλεήμων ὢν καὶ βουλόμενος ἀφορμὴν μετανοίας καὶ ἐξομολογήσεως παρασχεῖν τῷ Κάϊν, καθάπερ καὶ τῷ Ἀδάμ, εἶπεν· <“Ποῦ Ἄβελ ὁ ἀδελφός σου;”> ὁ δὲ Κάϊν ἀπεκρίθη ἀπειθῶς τῷ θεῷ εἰπών· <“Οὐ γινώσκω· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου;”> οὕτως ὀργισθεὶς αὐτῷ ὁ θεὸς ἔφη· <“Τί ἐποίησας> τοῦτο; <φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.”> διὸ ἔκτοτε φοβηθεῖσα ἡ γῆ οὐκέτι ἀνθρώπου αἷμα παραδέχεται, ἀλλ’ οὐδέ τινος ζώου· ᾗ φανερὸν ὅτι οὐκ ἔστιν αὐτὴ αἰτία, ἀλλ’ ὁ παραβὰς ἄνθρωπος.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ad Autolycum
Übersetzungen dieses Werks
À Autolyque vergleichen
An Autolykus (BKV) vergleichen
Theophilus to Autolycus vergleichen
Kommentare zu diesem Werk
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung