36.
Σίβυλλα δέ, ἐν Ἕλλησιν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος, λέγουσα·
Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες,
πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες,
οὐ τρέμετ’ οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν,
ὕψιστον γνώστην, πανεπόπτην, μάρτυρα πάντων,
παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ’ ἐν ἅπασιν
κάτθετο, χἠγητῆρα βροτῶν πάντων ἐποίησεν;
εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος,
παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα,
αὐτὸς δ’ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης.
τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
ἀλλ’ οὐδ’ ἀκτίνων κατεναντίον ἡελίοιο
ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες,
ἄνδρες ἐν ὀστήεσσι, φλέβες καὶ σάρκες ἐόντες.
αὐτὸν τὸν μόνον ὄντα σέβεσθ’ ἡγήτορα κόσμου,
ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη.
αὐτογενής, ἀγένητος, ἅπαντα κρατῶν διαπαντός,
πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαῒ κοινῷ.
τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν,
ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε
δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας,
δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ἅδῃ·
τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν
εὐθεῖαν προλιπόντες ἀπήλθετε, καὶ δι’ ἀκανθῶν
καὶ σκολόπων ἐπλανᾶσθε. βροτοὶ παύσασθε μάταιοι
ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέϊ νυκτὶ μελαίνῃ,
καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε.
οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει.
ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί·
ἡελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει.
γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν·
εἷς θεὸς ἔστι, βροχάς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων,
ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ
καὶ νιφετούς, κρύσταλλα. τί δὴ καθ’ ἓν ἐξαγορεύω;
οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει.
καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη·
Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ’ ἀνδρὸς
ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι.
ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν
οὐρανὸν ἡέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην,
καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου,
οὔρεα θ’ ὑψήεντα καὶ ἀέναα χεύματα πηγῶν·
τῶν τ’ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος.
ἕρπετα δὲ γαίης κινούμενα ψυχοτροφεῖται,
ποικίλα τε πτηνῶν λιγυρόθροα, τραυλίζοντα,
ξουθά, λιγυπτερόφωνα, ταράσσοντ’ ἀέρα ταρσοῖς,
ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν·
ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν,
πάντων δ’ ἡγητῆρα κατέστησεν θεότευκτον,
ἀνδρὶ δ’ ὑπαίταξεν παμποίκιλα κοὐ καταληπτά.
τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ’ ἅπαντα;
ἀλλ’ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ’ ἀπ’ ἀρχῆς
ἄφθαρτος κτίστης αἰώνιος, αἰθέρα ναίων,
τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν,
τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων,
καὶ πόλεμον καὶ λοιμὸν ἴδ’ ἄλγεα δακρυόεντα.
ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε;
Αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες.
οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ,
εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας;
ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν
σητόβρωτα δέδορκε, πυκναῖς δ’ ἀράχναις δεδίασται·
προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι,
καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης
καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα,
καὶ παρ’ ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε
ἄλλα τε πολλὰ μάταια, ἃ δή κ’ αἰσχρὸν ἀγορεύειν,
εἰσι θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων
τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός.
ὃς δ’ ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς,
καὶ μέλιτος γλυκερώτερον ἀνδράσι χάρμα
ἐκπροχέει τῷ δὴ μόνῳ αὐχένα κάμπτειν,
καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ’ ἀνακλίνοις.
ταῦτα λιπόντες ἅπαντα, δίκης μεστὸν τὸ κύπελλον
ζωρότερον, στιβαρόν, βεβαρημένον, εὖ μάλ’ ἄκρητον,
εἱλκύσατ’ ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες·
κοὐ θέλετ’ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν,
καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ’ ἐφορῶντα.
τοὔνεκεν αἰσθομένοιο πυρὸς σέλας ἔρχετ’ ἐφ’ ὑμᾶς·
λαμπάσι καυθήσεσθε δι’ αἰῶνος τὸ πανῆμαρ,
ψευδέσιν αἰσχυνθέντες ἐπ’ εἰδώλοισιν ἀχρήστοις.
οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε
ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοὶ
οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον,
δαινύμενοι γλυκὺν ἄρτον ἀπ’ οὐρανοῦ ἀστερόεντος.
ὅτι μὲν οὖν ταῦτα <ἀληθῆ> καὶ ὠφέλιμα καὶ <δίκαια> καὶ <προφιλῆ> πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστιν, καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσιν κατ’ ἀξίαν τῶν πράξεων κολασθῆναι.
