• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Theophilus von Antiochien (183) Ad Autolycum
II

37.

Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξεῖπον ταῦτα καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσιν κολάζεσθαι. Αἰσχύλος ἔφη·

Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται.

Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη·

Ἐπεὶ

ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.

ὡσαύτως καὶ Εὐριπίδης·

Ἀνάσχου πάσχων· δρῶν γὰρ ἔχαιρες.

νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς.

καὶ πάλιν ὁ αὐτός·

Ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος.

ὁμοίως καὶ Ἀρχίλοχος·

Ἓν δ’ ἐπίσταμαι μέγα,

τὸν κακῶς δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς.

Καὶ ὅτι ὁ θεὸς τὰ πάντα ἐφορᾷ καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν·

Ὁ τῆς Δίκης ὀφθαλμὸς ὡς δι’ ἡσύχου

λεύσσων προσώπου πάνθ’ ὁμῶς ἀεὶ βλέπει.

Καὶ ὅτι μέλλει ἡ τοῦ θεοῦ κρίσις γίνεσθαι καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανεν λέγων·

τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς,

κατ’ ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν.

ὁρᾷς Δίκην ἄναυδον, οὐχ ὁρωμένην

εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ·

ἑξῆς ὀπάζει δόχμιον, ἄλλοθ’ ὕστερον.

οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον·

ὅ τι δ’ ἂν ποιῇς δεινὸν νόμιζ’ ὁρᾶν τινά.

τί δ’ οὐχὶ καὶ ὁ Σιμωνίδης;

Οὐκ ἔστιν κακὸν

ἀνεπιδόκητον ἀνθρώποις· ὀλίγῳ δὲ χρόνῳ

πάντα μεταρρίπτει θεός.

πάλιν Εὐριπίδης·

Οὐδέποτ’ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ’ ὄλβον

βέβαιον εἰκάσαι χρεών,

οὐδ’ ἀδίκων γενεάν· ὁ γὰρ οὐδένος ἐκφὺς χρόνος

δείκνυσιν ἀνθρώπων κακότητας.

ἔτι ὁ Εὐριπίδης·

Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ’ ἔχει συνιέναι

τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.

καὶ ὁ Σοφοκλῆς·

Εἰ δείν’ ὄρεξας, δεινὰ καὶ παθεῖν σε δεῖ.

Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος ὅτι μέλλει ὁ θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχεδὸν προειρήκασιν, ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου θέλοντες καὶ μὴ θέλοντες ἀκόλουθα ἐξεῖπαν τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι καὶ κλέψαντες ταῦτα ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ad Autolycum
Übersetzungen dieses Werks
À Autolyque vergleichen
An Autolykus (BKV) vergleichen
Theophilus to Autolycus vergleichen
Kommentare zu diesem Werk
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung