2.
Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεαμένων αὐτά. τρόπῳ γάρ τινι οἱ τὰ ἄδηλα συγγράφοντες ἀέρα δέρουσιν.
Τί γὰρ ὠφέλησεν Ὅμηρον συγγράψαι τὸν Ἰλιακὸν πόλεμον καὶ πολλοὺς ἐξαπατῆσαι, ἢ Ἡσίοδον ὁ κατάλογος τῆς θεογονίας τῶν παρ’ αὐτῷ θεῶν ὀνομαζομένων, Ὀρφέα οἱ τριακόσιοι ἑξήκοντα πέντε θεοί, οὓς αὐτὸς ἐπὶ τέλει τοῦ βίου ἀθετεῖ, ἐν ταῖς Διαθήκαις αὐτοῦ λέγων ἕνα εἶναι θεόν; τί δὲ ὠφέλησεν Ἄρατον ἡ σφαιρογραφία τοῦ κοσμικοῦ κύκλου, ἢ τοὺς τὰ ὅμοια αὐτῷ εἰπόντας, πλὴν τῆς κατ’ ἄνθρωπον δόξης, ἧς οὐδὲ αὐτῆς κατ’ ἀξίαν ἔτυχον; τί δὲ καὶ ἀληθὲς εἰρήκασιν; ἢ τί ὠφέλησεν Εὐριπίδην καὶ Σοφοκλέα ἢ τοὺς λοιποὺς τραγῳδιογράφους αἱ τραγῳδίαι, ἢ Μένανδρον καὶ Ἀριστοφάνην καὶ τοὺς λοιποὺς κωμικοὺς αἱ κωμῳδίαι, ἢ Ἡρόδοτον καὶ Θουκυδίδην αἱ ἱστορίαι αὐτῶν, ἢ Πυθαγόραν τὰ ἄδυτα καὶ Ἡρακλέους στῆλαι, ἢ Διογένην ἡ κυνικὴ φιλοσοφία, ἢ Ἐπίκουρον τὸ δογματίζειν μὴ εἶναι πρόνοιαν, ἢ Ἐμπεδοκλέα τὸ διδάσκειν ἀθεότητα, ἢ Σωκράτην τὸ ὀμνύειν τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον καὶ τὸν κεραυνωθέντα Ἀσκλήπιον καὶ τὰ δαιμόνια ἃ ἐπεκαλεῖτο· πρὸς τί δὲ καὶ ἑκὼν ἀπέθνησκεν, τίνα καὶ ὁποῖον μισθὸν μετὰ θάνατον ἀπολαβεῖν ἐλπίζων; τί δὲ ὠφέλησεν Πλάτωνα ἡ κατ’ αὐτὸν παιδεία, ἢ τοὺς λοιποὺς φιλοσόφους τὰ δόγματα αὐτῶν ἵνα μὴ τὸν ἀριθμὸν αὐτῶν καταλέγω πολλῶν ὄντων; ταῦτα δέ φαμεν εἰς τὸ ἐπιδεῖξαι τὴν ἀνωφελῆ καὶ ἄθεον διάνοιαν αὐτῶν.
