• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
III

3.

Δόξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προετρέψαντο. καὶ γὰρ ἃ ἔφασαν αὐτὰ ἐλέγχει αὐτούς, ἢ ἀσύμφωνα εἰρήκασιν, καὶ τὰ ἴδια δόγματα οἱ πλείους αὐτῶν κατέλυσαν· οὐ γὰρ ἀλλήλους μόνον ἀνέτρεψαν, ἀλλ’ ἤδη τινὲς καὶ τὰ ἑαυτῶν δόγματα ἄκυρα ἐποίησαν, ὥστε ἡ δόξα αὐτῶν εἰς ἀτιμίαν καὶ μωρίαν ἐχώρησεν· ὑπὸ γὰρ τῶν συνετῶν καταγινώσκονται.

Ἤτοι γὰρ περὶ θεῶν ἔφασαν, αὐτοὶ δ’ ὕστερον ἀθεότητα ἐδίδαξαν, ἢ εἰ καὶ περὶ κόσμου γενέσεως, ἔσχατον αὐτοματισμὸν εἶπον εἶναι τῶν πάντων, ἀλλὰ καὶ περὶ προνοίας λέγοντες πάλιν ἀπρονόητον εἶναι κόσμον ἐδογμάτισαν. τί δ’; οὐχὶ καὶ περὶ σεμνότητος πειρώμενοι γράφειν ἀσελγείας καὶ πορνείας καὶ μοιχείας ἐδίδαξαν ἐπιτελεῖσθαι, ἔτι μὴν καὶ τὰς στυγητὰς ἀρρητοποιΐας εἰσηγήσαντο; καὶ πρώτους γε τοὺς θεοὺς αὐτῶν κηρύσσουσιν ἐν ἀρρήτοις μίξεσιν συγγίνεσθαι ἔν τε ἀθέσμοις βρώσεσιν. τίς γὰρ οὐκ ᾄδει Κρόνον τεκνοφάγον, Δία δὲ τὸν παίδα αὐτοῦ τὴν Μῆτιν καταπίνειν καὶ δεῖπνα μιαρὰ τοῖς θεοῖς ἑτοιμάζειν· ἔνθα καὶ χωλὸν Ἥφαιστόν τινα χαλκέα φασὶν διακονεῖν αὐτοῖς· τήν τε Ἥραν ἰδίαν ἀδελφὴν αὐτοῦ μὴ μόνον τὸν Δία γαμεῖν, ἀλλὰ καὶ διὰ στόματος ἀνάγνου ἀρρητοποιεῖν; τάς τε λοιπὰς περὶ αὐτοῦ πράξεις, ὁπόσας ᾄδουσιν οἱ ποιηταί, εἰκὸς ἐπίστασαι. τί μοι λοιπὸν καταλέγειν τὰ περὶ Ποσειδῶνος καὶ Ἀπόλλωνος ἢ Διονύσου καὶ Ἡρακλέους, Ἀθηνᾶς τῆς φιλομόλπου καὶ Ἀφροδίτης τῆς ἀναισχύντου, ἀκριβέστερον πεποιηκότων ἡμῶν ἐν ἑτέρῳ τὸν περὶ αὐτῶν λόγον;

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy