4.
Ἄναρχος δέ ἐστιν, ὅτι ἀγένητός ἐστιν· ἀναλλοίωτος δέ, καθότι ἀθάνατός ἐστιν. θεὸς δὲ λέγεται διὰ τὸ τεθεικέναι τὰ πάντα ἐπὶ τῇ ἑαυτοῦ <ἀσφαλείᾳ>, καὶ διὰ τὸ θέειν· τὸ δὲ θέειν ἐστὶν τὸ τρέχειν καὶ κινεῖν καὶ ἐνεργεῖν καὶ τρέφειν καὶ προνοεῖν καὶ κυβερνᾶν καὶ ζωοποιεῖν τὰ πάντα. κύριος δέ ἐστιν διὰ τὸ κυριεύειν αὐτὸν τῶν ὅλων, πατὴρ δὲ διὰ τὸ εἶναι αὐτὸν πρὸ τῶν ὅλων, δημιουργὸς δὲ καὶ ποιητὴς διὰ τὸ αὐτὸν εἶναι κτίστην καὶ ποιητὴν τῶν ὅλων, ὕψιστος δὲ διὰ τὸ εἶναι αὐτὸν ἀνώτερον τῶν πάντων, παντοκράτωρ δὲ ὅτι αὐτὸς τὰ πάντα κρατεῖ καὶ ἐμπεριέχει.
<Τὰ> γὰρ <ὕψη> τῶν οὐρανῶν καὶ τὰ βάθη τῶν ἀβύσσων καὶ <τὰ πέρατα> τῆς οἰκουμένης <ἐν τῇ χειρὶ αὐτοῦ> ἐστιν, καὶ οὐκ ἔστιν <τόπος τῆς καταπαύσεως> αὐτοῦ. οὐρανοὶ μὲν γὰρ ἔργον αὐτοῦ εἰσιν, γῆ ποίημα αὐτοῦ ἐστιν, θάλασσα κτίσμα αὐτοῦ ἐστιν, ἄνθρωπος πλάσμα καὶ εἰκὼν αὐτοῦ ἐστιν, ἥλιος καὶ σελήνη καὶ ἀστέρες στοιχεῖα αὐτοῦ εἰσιν, <εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς> γεγονότα, πρὸς ὑπηρεσίαν καὶ <δουλείαν ἀνθρώπων>· καὶ τὰ πάντα <ὁ θεὸς ἐποίησεν ἐξ οὐκ ὄντων> εἰς τὸ εἶναι, ἵνα διὰ τῶν ἔργων γινώσκηται καὶ νοηθῇ τὸ μέγεθος αὐτοῦ.