• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
III

6.

Καὶ γὰρ περὶ ἀθέσμου πράξεως σχεδὸν πᾶσιν συμπεφώνηκεν τοῖς περὶ τὸν χορὸν τῆς φιλοσοφίας πεπλανημένοις. καὶ πρῶτός γε Πλάτων, ὁ δοκῶν ἐν αὐτοῖς σεμνότερον πεφιλοσοφηκέναι, διαρρήδην ἐν τῇ πρώτῃ βίβλῳ τῶν πολιτειῶν ἐπιγραφομένῃ, τρόπῳ τινὶ νομοθετεῖ χρῆν εἶναι κοινὰς ἁπάντων τὰς γυναῖκας, χρώμενος παραδείγματι τῷ Διὸς καὶ Κρητῶν νομοθέτῃ, ὅπως διὰ προφάσεως παιδοποιΐα πολλὴ γίνηται ἐκ τῶν τοιούτων, καὶ ὡς δῆθεν τοὺς λυπουμένους διὰ τοιούτων ὁμιλιῶν χρῆν παραμυθεῖσθαι. Ἐπίκουρος δὲ καὶ αὐτὸς σὺν τῷ ἀθεότητα διδάσκειν συμβουλεύει καὶ μητράσι καὶ ἀδελφαῖς συμμίγνυσθαι, καὶ πέρα τῶν νόμων τῶν τόδε κωλυόντων. ὁ γὰρ Σόλων καὶ περὶ τούτου σαφῶς ἐνομοθέτησεν, ὅπως ἐκ τοῦ γήμαντος οἱ παῖδες νομίμως γίνωνται, πρὸς τὸ μὴ ἐκ μοιχείας τοὺς γεννωμένους εἶναι, ἵνα μὴ τὸν οὐκ ὄντα πατέρα τιμήσῃ τις ὡς πατέρα, ἢ τὸν ὄντως πατέρα ἀτιμάσῃ τις ἀγνοῶν ὡς μὴ πατέρα. ὁπόσα τε οἱ λοιποὶ νόμοι κωλύουσιν Ῥωμαίων τε καὶ Ἑλλήνων τὰ τοιαῦτα πράσσεσθαι.

Πρὸς τί οὖν Ἐπίκουρος καὶ οἱ Στωϊκοὶ δογματίζουσιν ἀδελφοκοιτίας καὶ ἀρρενοβασίας ἐπιτελεῖσθαι, ἐξ ὧν διδασκαλιῶν μεστὰς βιβλιοθήκας πεποιήκασιν, εἰς τὸ ἐκ παίδων μανθάνειν τὴν ἄθεσμον κοινωνίαν; καὶ τί μοι λοιπὸν κατατρίβεσθαι περὶ αὐτῶν, ὅπου γε καὶ περὶ τῶν θεῶν παρ’ αὐτοῖς λεγομένων τὰ ὅμοια κατηγγέλκασιν;

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy