• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Theophilus von Antiochien (183) Ad Autolycum
III

13.

Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ, ἢ θεασάμενον τοῖς ὀφθαλμοῖς ἀλλοτρίαν γυναῖκα ἐπιθυμῆσαι. Σολομὼν μὲν οὖν, ὁ βασιλεὺς καὶ προφήτης γενόμενος, ἔφη· “Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια· ὀρθὰς ποίει τροχιὰς σοῖς ποσίν.” ἡ δὲ εὐαγγέλιος φωνὴ ἐπιτατικώτερον διδάσκει περὶ ἁγνείας λέγουσα· “Πᾶς ὁ ἰδὼν γυναῖκα ἀλλοτρίαν πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ ὁ γαμῶν”, φησίν, “ἀπολελυμένην ἀπὸ ἀνδρὸς μοιχεύει, καὶ ὃς ἀπολύει γυναῖκα παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι.” ἔτι ὁ Σολομών φησιν· “Ἀποδήσει τις πῦρ ἐν ἱματίῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσπορευόμενος πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται.”

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ad Autolycum
Übersetzungen dieses Werks
À Autolyque vergleichen
An Autolykus (BKV) vergleichen
Theophilus to Autolycus vergleichen
Kommentare zu diesem Werk
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung