• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
III

14.

Καὶ τοῦ μὴ μόνον ἡμᾶς εὐνοεῖν τοῖς ὁμοφύλοις, ὡς οἴονταί τινες, Ἠσαΐας ὁ προφήτης ἔφη· “Εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελυσσομένοις· ἀδελφοὶ ἡμῶν ἔστε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν.” τὸ δὲ εὐαγγέλιον· “Ἀγαπᾶτε, φησίν, τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποῖον μισθὸν ἔχετε; τοῦτο καὶ οἱ λῃσταὶ καὶ οἱ τελῶναι ποιοῦσιν.”

Τοὺς δὲ ποιοῦντας τὸ ἀγαθὸν διδάσκει μὴ καυχᾶσθαι, ἵνα μὴ ἀνθρωπάρεσκοι ὦσιν. “Μὴ γνώτω γάρ”, φησίν, “ἡ χείρ σου ἡ ἀριστερὰ τί ποιεῖ ἡ χείρ σου ἡ δεξιά.” ἔτι μὴν καὶ περὶ τοῦ <ὑποτάσσεσθαι ἀρχαῖς καὶ ἐξουσίαις> καὶ <εὔχεσθαι ὑπὲρ αὐτῶν> κελεύει ἡμᾶς ὁ θεῖος λόγος, <ὅπως ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν>. καὶ διδάσκει <ἀποδιδόναι πᾶσιν τὰ πάντα, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, μηδένι μηδὲν ὀφελεῖν ἢ μόνον τὸ ἀγαπᾶν πάντας>.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy