• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
III

18.

Πλάτων γάρ, ὡς προειρήκαμεν, δηλώσας κατακλυσμὸν γεγενῆσθαι, ἔφη μὴ πάσης τῆς γῆς ἀλλὰ τῶν πεδίων μόνον γεγενῆσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὑψηλοτάτοις ὄρεσιν αὐτοὺς διασεσῶσθαι. ἕτεροι δὲ λέγουσι γεγονέναι Δευκαλίωνα καὶ Πύρραν, καὶ τούτους ἐν λάρνακι διασεσῶσθαι καὶ τὸν Δευκαλίωνα μετὰ τὸ ἐλθεῖν ἐκ τῆς λάρνακος λίθους εἰς τὰ ὀπίσω πεπομφέναι καὶ ἀνθρώπους ἐκ τῶν λίθων γεγενῆσθαι· ὅθεν φασὶν λαοὺς προσαγορεύεσθαι τὸ πλῆθος ἀνθρώπων. ἄλλοι δ’ αὖ Κλύμενον εἶπον ἐν δευτέρῳ κατακλυσμῷ γεγονέναι.

Ὅτι μὲν οὖν ἄθλιοι καὶ πάνυ δυσσεβεῖς καὶ ἀνόητοι εὑρίσκονται οἱ τὰ τοιαῦτα συγγράψαντες καὶ φιλοσοφήσαντες ματαίως, ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. ὁ δὲ ἡμέτερος προφήτης καὶ θεράπων τοῦ θεοῦ Μωσῆς περὶ τῆς γενέσεως τοῦ κόσμου ἐξιστορῶν διηγήσατο τίνι τρόπῳ γεγένηται ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς, οὐ μὴν ἀλλὰ καὶ τὰ τοῦ κατακλυσμοῦ ᾧ τρόπῳ γέγονεν, οὐ Πύρραν οὔτε Δευκαλίωνα ἢ Κλύμενον μυθεύων, οὐδὲ μὴν τὰ πεδία μόνον κατακεκλύσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὄρεσι μόνους διασεσῶσθαι.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy