• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Theophilus von Antiochien (183) Ad Autolycum
III

20.

Ὁ δὲ Μωσῆς ὁδηγήσας τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Αἰγύπτου ὑπὸ βασιλέως Φαραώ, οὗ τοὔνομα Τέθμωσις, ὅς, φασίν, μετὰ τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ μῆνας δ´, ὡς ὑφῄρηται Μαναιθώς. καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη ιγ´. μετὰ δὲ τοῦτον Ἀμένωφις ἔτη κ´, μῆνας ἑπτά. μετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσση ἔτη κα´, μῆνας ἐννέα. μετὰ δὲ ταύτην Μήφρης ἔτη ιβ´, μῆνας θ´. μετὰ δὲ τοῦτον Μηφραμμούθωσις ἔτη κε´, μῆνας ι´. καὶ μετὰ τοῦτον Τυθμώσης ἔτη θ´, μῆνας η´. καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη λ´, μῆνας ι´. μετὰ δὲ τοῦτον Ὦρος ἔτη λϚ´, μῆνας πέντε. τούτου δὲ θυγάτηρ Ἀκεγχερὴς ἔτη ιβ´, μῆνα α´. μετὰ δὲ ταύτην Ῥαθῶτις ἔτη θ´. μετὰ δὲ τοῦτον Ἀκεγχήρης ἔτη ιβ´, μῆνας ε´. μετὰ δὲ τοῦτον Ἀκεγχήρης ἔτη ιβ´, μῆνας γ´. τοῦ δὲ Ἄρμαϊς ἔτη δ´, μῆνα α´. καὶ μετὰ τοῦτον Ῥαμέσσης ἐνιαυτόν, μῆνας δ´. μετὰ δὲ τοῦτον Ἀρμέσσης Μιαμμοῦ ἔτη ξϚ´ καὶ μῆνας β´. καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη ιθ´, μῆνας Ϛ´. τοῦ δὲ Σέθως καὶ Ῥαμέσσης ἔτη ξ´, οὕς φασιν ἐσχηκέναι πολλὴν δύναμιν ἱππικῆς καὶ παράταξιν ναυτικῆς κατὰ τοὺς ἰδίους χρόνους.

Οἱ μὲν Ἑβραῖοι, κατ’ ἐκεῖνο καιροῦ παροικήσαντες ἐν γῇ Αἰγύπτῳ καὶ καταδουλωθέντες ὑπὸ βασιλέως ὃς προείρηται Τέθμωσις, ᾠκοδόμησαν αὐτῷ πόλεις ὀχυράς, τήν τε Πειθὼ καὶ Ῥαμεσσῆ καὶ Ὤν, ἥτις ἐστὶν Ἡλίου πόλις· ὥστε καὶ τῶν πόλεων τῶν τότε ὀνομαστῶν κατ’ Αἰγυπτίους δείκνυνται προγενέστεροι οἱ Ἑβραῖοι ὄντες, οἳ καὶ προπάτορες ἡμῶν, ἀφ’ ὧν καὶ τὰς ἱερὰς βίβλους ἔχομεν ἀρχαιοτέρας οὔσας ἁπάντων συγγραφέων, καθὼς προειρήκαμεν.

Αἴγυπτος δὲ ἡ χώρα ἐκλήθη ἀπὸ τοῦ βασιλέως Σέθως· ὁ γὰρ Σέθως, φασίν, Αἴγυπτος καλεῖται. τῷ δὲ Σέθως ἦν ἀδελφὸς ᾧ ὄνομα Ἄρμαϊς· οὗτος Δαναὸς κέκληται ὁ εἰς Ἄργος ἀπὸ Αἰγύπτου παραγενόμενος, οὗ μέμνηται οἱ λοιποὶ συγγραφεῖς ὡς πάνυ ἀρχαίου τυγχάνοντος.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ad Autolycum
Übersetzungen dieses Werks
À Autolyque vergleichen
An Autolykus (BKV) vergleichen
Theophilus to Autolycus vergleichen
Kommentare zu diesem Werk
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung