21.
Μαναιθὼς δὲ ὁ κατ’ Αἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ τῆς Αἰγύπτου, οὐχ εὗρεν τὸ ἀκριβὲς τῶν χρόνων εἰπεῖν. ποιμένας μὲν γὰρ αὐτοὺς εἰπὼν καὶ πολεμίους Αἰγυπτίων, τὸ μὲν ποιμένας ἄκων εἶπεν, ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας· ἦσαν γὰρ ὄντως ποιμένες οἱ προπάτορες ἡμῶν, οἱ παροικήσαντες ἐν Αἰγύπτῳ, ἀλλ’ οὐ λεπροί. παραγενόμενοι γὰρ εἰς τὴν γῆν τὴν καλουμένην Ἰουδαίαν, ἔνθα καὶ μεταξὺ κατῴκησαν, δηλοῦται ᾧ τρόπῳ οἱ ἱερεῖς αὐτῶν διὰ προστάγματος θεοῦ προσκαρτεροῦντες τῷ ναῷ, τότε ἐθεράπευον πᾶσαν νόσον ὥστε καὶ λεπρῶντας καὶ πάντα μῶμον ἰῶντο. ναὸν ᾠκοδόμησεν Σολομὼν ὁ βασιλεὺς τῆς Ἰουδαίας.
Περὶ δὲ τοῦ πεπλανῆσθαι τὸν Μαναιθὼ περὶ τῶν χρόνων ἐκ τῶν ὑπ’ αὐτοῦ εἰρημένων δῆλόν ἐστιν· ἀλλὰ καὶ περὶ τοῦ βασιλέως τοῦ ἐκβαλόντος αὐτούς, Φαραὼ τοὔνομα. οὐκέτι γὰρ αὐτῶν ἐβασίλευσεν· καταδιώξας γὰρ Ἑβραίους μετὰ τοῦ στρατεύματος κατεποντίσθη εἰς τὴν ἐρυθρὰν θάλασσαν. ἔτι μὴν καὶ οὓς ἔφη ποιμένας πεπολεμηκέναι τοὺς Αἰγυπτίους ψεύδεται· πρὸ ἐτῶν γὰρ λϞγ´ ἐξῆλθον ἐκ τῆς Αἰγύπτου καὶ ᾤκησαν ἔκτοτε τὴν χώραν, τὴν ἔτι καὶ νῦν καλουμένην Ἰουδαίαν, πρὸ τοῦ καὶ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι. ὅτι δὲ τοῦτον ἀρχαιότερον ἡγοῦνται τῶν λοιπῶν κατὰ Ἕλληνας οἱ πλείους, σαφές ἐστιν.
Ὥστε ὁ Μαναιθὼς δύο τάξεις ἄκων τῆς ἀληθείας μεμήνυκεν ἡμῖν διὰ τῶν αὐτοῦ γραμμάτων, πρῶτον μὲν ποιμένας αὐτοὺς ὁμολογήσας, δεύτερον εἰπὼν καὶ τὸ ἐξεληλυθέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὥστε καὶ ἐκ τούτων τῶν ἀναγραφῶν δείκνυσθαι προγενέστερον εἶναι τὸν Μωσῆν καὶ τοὺς σὺν αὐτῷ ἐνακοσίους ἢ καὶ χιλίους ἐνιαυτοὺς πρὸ τοῦ Ἰλιακοῦ πολέμου.
