23.
Τῆς μὲν οὖν Φοινίκων καὶ Αἰγυπτίων μαρτυρίας, ὡς ἱστορήκασιν περὶ τῶν καθ’ ἡμᾶς χρόνων οἱ συγγράψαντες Μαναιθὼς ὁ Αἰγύπτιος καὶ ὁ Μένανδρος ὁ Ἐφέσιος, ἔτι δὲ καὶ Ἰώσηππος ὁ ἀναγράψας τὸν Ἰουδαϊκὸν πόλεμον τὸν γενόμενον αὐτοῖς ὑπὸ Ῥωμαίων, ἀρκετῶς ἤτω ἡμῖν τὰ εἰρημένα. ἐκ γὰρ τούτων τῶν ἀρχαίων δείκνυται καὶ τὰ τῶν λοιπῶν συγγράμματα ἔσχατα εἶναι τῶν διὰ Μωσέως ἡμῖν δεδομένων γραμμάτων, ἔτι μὴν καὶ τῶν μεταξὺ προφητῶν· ὁ γὰρ ὕστερος τῶν προφητῶν γενόμενος Ζαχαρίας ὀνόματι ἤκμασεν κατὰ τὴν Δαρείου βασιλείαν.
Ἀλλὰ καὶ οἱ νομοθέται πάντες μεταξὺ εὑρίσκονται νομοθετοῦντες. εἰ γάρ τις εἴποι Σόλωνα τὸν Ἀθηναῖον, οὗτος γέγονεν κατὰ τοὺς χρόνους Κύρου καὶ Δαρείου τῶν βασιλέων, κατὰ τὸν χρόνον Ζαχαρίου τοῦ προειρημένου προφήτου, μεταξὺ γεγενημένου πάνυ πολλοῖς ἔτεσιν· ἤτοι καὶ περὶ Λυκούργου ἢ Δράκοντος ἢ Μίνω τῶν νομοθετῶν, τούτων ἀρχαιότητι προάγουσιν αἱ ἱεραὶ βίβλοι, ὅπου γε καὶ τοῦ Διὸς τοῦ Κρητῶν βασιλεύσαντος, ἀλλὰ μὴν καὶ τοῦ Ἰλιακοῦ πολέμου δείκνυται προάγοντα τὰ γράμματα τοῦ θείου νόμου τοῦ διὰ Μωσέως ἡμῖν δεδομένου.
Ἵνα δὲ ἀκριβεστέραν ποιήσωμεν τὴν ἀπόδειξιν τῶν καιρῶν καὶ χρόνων, θεοῦ ἡμῖν παρέχοντος οὐ μόνον τὰ μετὰ κατακλυσμὸν ἱστοροῦντες ἀλλὰ καὶ τὰ πρὸ κατακλυσμοῦ εἰς τὸ καὶ τῶν ἁπάντων κατὰ τὸ δυνατὸν εἰπεῖν ἡμῖν τὸν ἀριθμόν, νυνὶ ποιησόμεθα, ἀναδραμόντες ἐπὶ τὴν ἀνέκαθεν ἀρχὴν τῆς τοῦ κόσμου κτίσεως, ἣν ἀνέγραψεν Μωσῆς ὁ θεράπων τοῦ θεοῦ διὰ πνεύματος ἁγίου. εἰπὼν γὰρ τὰ περὶ κτίσεως καὶ γενέσεως κόσμου, τοῦ πρωτοπλάστου ἀνθρώπου, καὶ τὰ τῶν ἑξῆς γεγενημένων, ἐσήμανεν καὶ τὰ πρὸ κατακλυσμοῦ ἔτη γενόμενα. ἐγὼ δ’ αἰτοῦμαι χάριν παρὰ τοῦ μόνου θεοῦ, εἰς τὸ τἀληθῆ κατὰ τὸ θέλημα αὐτοῦ πάντα ἀκριβῶς εἰπεῖν, ὅπως καὶ σὺ καὶ πᾶς ὁ τούτοις ἐντυγχάνων ὁδηγῆται ὑπὸ τῆς ἀληθείας καὶ χάριτος αὐτοῦ. ἄρξομαι δὴ πρῶτον ἀπὸ τῶν ἀναγεγραμμένων γενεαλογιῶν, λέγω δὲ ἀπὸ τοῦ πρωτοπλάστου ἀνθρώπου τὴν ἀρχὴν ποιησάμενος.
