24.
Ἀδὰμ ἕως οὗ ἐτέκνωσεν ἔζησεν ἔτη σλ´, υἱὸς δὲ τούτου Σὴθ ἔτη σε´, υἱὸς δὲ τούτου Ἐνῶς ἔτη ρϞ´, υἱὸς δὲ τούτου Καϊνὰν ἔτη ρο´, υἱὸς δὲ τούτου Μαλελεὴλ ἔτη ρξε´, υἱὸς δὲ τούτου Ἰάρεθ ἔτη ρξβ´, υἱὸς δὲ τούτου Ἐνὼχ ἔτη ρξε´, υἱὸς δὲ τούτου Μαθουσάλα ἔτη ρξζ´, υἱὸς δὲ τούτου Λάμεχ ἔτη ρπη´. τούτῳ δὲ υἱὸς ἐγενήθη ὁ προειρημένος Νῶε, ὃς ἐτέκνωσεν τὸν Σὴμ ὢν ἐτῶν φ´. ἐπὶ τούτου ἐγένετο ὁ κατακλυσμὸς ὄντος αὐτοῦ ἐτῶν χ´. τὰ πάντα οὖν μέχρι κατακλυσμοῦ γεγένηται ἔτη βσμβ´.
Μετὰ δὲ τὸν κατακλυσμὸν εὐθέως ὁ Σὴμ ὢν ἐτῶν ρ´ ἐτέκνωσεν τὸν Ἀρφαξάθ, Ἀρφαξὰθ δὲ ἐτέκνωσεν Σαλὰ ὢν ἐτῶν ρλε´, ὁ δὲ Σαλὰ ἐτέκνωσεν ὢν ἐτῶν ρλ´, τούτου δὲ υἱὸς Ἕβερ ὢν ἐτῶν ρλδ´, ἀφ’ οὗ καὶ τὸ γένος αὐτῶν Ἑβραῖοι προσηγορεύθησαν, τούτου δὲ υἱὸς Φαλὲγ ὢν ἐτῶν ρλ´, τούτου δὲ υἱὸς Ῥαγαῦ ὢν ἐτῶν ρλβ´, τούτου δὲ υἱὸς Σεροὺχ ὢν ἐτῶν ρλ´, τούτου δὲ υἱὸς Ναχὼρ ὢν ἐτῶν οε´, τούτου δὲ υἱὸς Θάρρα ὢν ἐτῶν ο´, τούτου δὲ υἱὸς Ἀβραὰμ ὁ πατριάρχης ἡμῶν ἐτέκνωσεν τὸν Ἰσαὰκ ὢν ἐτῶν ρ´. Γίνονται οὖν μέχρι Ἀβραὰμ ἔτη γσοη´.
Ἰσαὰκ ὁ προειρημένος ἕως τεκνογονίας ἔζησεν ἔτη ξ´, ὃς ἐγέννησεν τὸν Ἰακώβ· ἔζησεν ὁ Ἰακὼβ ἕως τῆς μετοικησίας τῆς ἐν Αἰγύπτῳ γενομένης, ἧς ἐπάνω προειρήκαμεν, ἔτη ρλ´, ἡ δὲ παροίκησις τῶν Ἑβραίων ἐν Αἰγύπτῳ ἐγενήθη ἔτη υλ´, καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἐρήμῳ καλουμένῃ διέτριψαν ἔτη μ´. γίνεται οὖν τὰ πάντα ἔτη γϠλη´, ᾧ καιρῷ τοῦ Μωσέως τελευτήσαντος διεδέξατο ἄρχειν Ἰησοῦς υἱὸς Ναυῆ, ὃς προέστη αὐτῶν ἔτεσιν κζ´.
Μετὰ δὲ τὸν Ἰησοῦν τοῦ λαοῦ παραβάντος ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ ἐδούλευσαν βασιλεῖ Μεσοποταμίας Χουσαράθων ὄνομα ἔτεσιν ὀκτώ. εἶτα μετανοήσαντος τοῦ λαοῦ κριταὶ ἐγενήθησαν αὐτοῖς.
Γοθονεὴλ ἔτεσιν τεσσαράκοντα, Ἐκλὼν ἔτεσιν ιη´, Ἀὼθ ἔτεσιν η´. ἔπειτα πταισάντων αὐτῶν ἀλλόφυλοι ἐκράτησαν ἔτεσιν κ´. ἔπειτα Δεββώρα ἔκρινεν αὐτοὺς ἔτεσιν μ´· ἔπειτα Μαδιανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ζ´. εἶτα Γεδεὼν ἔκρινεν αὐτοὺς ἔτεσιν μ´, Ἀβιμέλεχ ἔτεσιν γ´, Θωλὰ ἔτεσιν κγ´, Ἰαεὶρ ἔτεσιν κβ´. ἔπειτα Φυλιστιεὶμ καὶ Ἀμμανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ιη´. εἶτα Ἰεφθάε ἔκρινεν αὐτοὺς ἔτεσιν ἕξ, Ἐσβὼν ἔτεσιν ζ´, Αἰλὼν ἔτεσιν ι´, Ἀβδὼν ἔτεσιν η´. ἔπειτα ἀλλόφυλοι ἐκράτησαν αὐτῶν ἔτεσιν μ´. εἶτα Σαμψὼν ἔκρινεν αὐτοὺς ἔτεσιν κ´. ἔπειτα εἰρήνη ἐν αὐτοῖς ἐγένετο ἔτεσιν μ´. εἶτα Σαμηρὰ ἔκρινεν αὐτοὺς ἐνιαυτόν, Ἠλὶς ἔτεσιν κ´, Σαμουὴλ ἔτεσιν ιβ´.
