28.
Ἀπὸ δὲ καταβολῆς κόσμου ὁ πᾶς χρόνος κεφαλαιωδῶς οὕτως κατάγεται. ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ´. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τεκνογονίας Ἀβραὰμ τοῦ προπάτορος ἡμῶν ἔτη αλϚ´. ἀπὸ δὲ Ἰσαὰκ τοῦ παιδὸς Ἀβραὰμ ἕως οὗ ὁ λαὸς σὺν Μωσῇ ἐν τῇ ἐρήμῳ διέτριβεν ἔτη χξ´. ἀπὸ δὲ τῆς Μωσέως τελευτῆς, ἀρχῆς Ἰησοῦ υἱοῦ Ναυῆ, μέχρι τελευτῆς Δαυὶδ τοῦ πατριάρχου ἔτη υϞη´. ἀπὸ δὲ τῆς τελευτῆς Δαυίδ, βασιλείας δὲ Σολομῶνος, μέχρι τῆς παροικίας τοῦ λαοῦ ἐν γῇ Βαβυλῶνος ἔτη φιη´ μῆνες Ϛ´ ἡμέραι ι´. ἀπὸ δὲ τῆς Κύρου ἀρχῆς μέχρι αὐτοκράτορος Αὐρηλίου Οὐήρου τελευτῆς ἔτη ψμα´. Ὁμοῦ ἀπὸ κτίσεως κόσμου συνάγονται τὰ πάντα ἔτη εχϞε´ καὶ οἱ ἐπιτρέχοντες μῆνες καὶ ἡμέραι.
