• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
III

30.

Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται, πρῶτον μὲν διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσιν φάσκοντες τὰ γράμματα εὑρῆσθαι, οἱ μὲν παρὰ Χαλδαίων, οἱ δὲ παρὰ Αἰγυπτίων, ἄλλοι δ’ αὖ ἀπὸ Φοινίκων· δεύτερον ὅτι ἔπταιον καὶ πταίουσιν περὶ θεοῦ μὴ ποιούμενοι τὴν μνείαν ἀλλὰ περὶ ματαίων καὶ ἀνωφελῶν πραγμάτων. οὕτως μὲν γὰρ καὶ Ὁμήρου καὶ Ἡσιόδου καὶ τῶν λοιπῶν ποιητῶν φιλοτίμως μέμνηνται, τῆς δὲ <τοῦ ἀφθάρτου> καὶ μόνου <θεοῦ δόξης> οὐ μόνον ἐπελάθοντο ἀλλὰ καὶ κατελάλησαν· ἔτι μὴν καὶ τοὺς σεβομένους αὐτὸν ἐδίωξαν καὶ τὸ καθ’ ἡμέραν διώκουσιν. οὐ μὴν ἀλλὰ καὶ <τοῖς εὐφώνως ὑβρίζουσι τὸν θεὸν ἆθλα καὶ τιμὰς τιθέασιν>, τοὺς δὲ σπεύδοντας πρὸς ἀρετὴν καὶ ἀσκοῦντας βίον ὅσιον, οὓς μὲν ἐλιθοβόλησαν, οὓς δὲ ἐθανάτωσαν, καὶ ἕως τοῦ δεῦρο ὠμοῖς αἰκισμοῖς περιβάλλουσιν. διὸ οἱ τοιοῦτοι ἀναγκαίως ἀπώλεσαν τὴν σοφίαν τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν οὐχ εὗρον.

Εἰ οὖν βούλει, ἀκριβῶς ἔντυχε τούτοις, ὅπως σχῇς σύμβουλον καὶ ἀρραβῶνα τῆς ἀληθείας.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy