7.
Οὗτος θεὸς μόνος <ὁ ποιήσας ἐκ σκότους φῶς>, ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν αὐτοῦ, <ταμεῖά> τε <νότου> καὶ <θησαυροὺς ἀβύσσου> καὶ ὄρια θαλασσῶν <χιόνων τε καὶ χαλαζῶν θησαυρούς>, συνάγων ὕδατα ἐν θησαυροῖς ἀβύσσου καὶ συνάγων τὸ σκότος ἐν θησαυροῖς αὐτοῦ καὶ <ἐξάγων τὸ φῶς> τὸ γλυκὺ καὶ τὸ ποθεινὸν καὶ ἐπιτερπὲς <ἐκ θησαυρῶν αὐτοῦ, ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς> καὶ <ἀστραπὰς> πληθύνων <εἰς ὑετόν>, ὁ ἀποστέλλων τὴν βροντὴν εἰς φόβον καὶ προκαταγγέλλων τὸν κτύπον τῆς βροντῆς διὰ τῆς ἀστραπῆς, ἵνα μὴ ψυχὴ αἰφνιδίως ταραχθεῖσα ἐκψύξῃ, ἀλλὰ μὴν καὶ τῆς ἀστραπῆς τῆς κατερχομένης ἐκ τῶν οὐρανῶν τὴν αὐτάρκειαν ἐπιμετρῶν πρὸς τὸ μὴ ἐκκαῦσαι τὴν γῆν· εἰ γὰρ λάβοι τὴν κατεξουσίαν ἡ ἀστραπή, ἐκκαύσει τὴν γῆν, εἰ δὲ καὶ ἡ βροντή, καταστρέψει τὰ ἐν αὐτῇ.
Οὗτός μου θεὸς ὁ τῶν ὅλων κύριος, <ὁ τανύσας τὸν οὐρανὸν μόνος> καὶ <θεὶς τὸ εὖρος τῆς ὑπ’ οὐρανόν, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης καὶ ἠχῶν τὰ κύματα αὐτῆς, ὁ δεσπόζων τοῦ κράτους αὐτῆς καὶ τὸν σάλον τῶν κυμάτων καταπραΰνων, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων> καὶ δοὺς πνεῦμα τὸ τρέφον αὐτήν, οὗ ἡ πνοὴ ζωογονεῖ τὸ πᾶν, <ὃς ἐὰν συσχῇ τὸ πνεῦμα παρ’ ἑαυτῷ ἐκλείψει τὸ πᾶν>.
Τοῦτον λαλεῖς, ἄνθρωπε, τούτου τὸ πνεῦμα ἀναπνεῖς, τοῦτον ἀγνοεῖς. τοῦτο δέ σοι συμβέβηκεν διὰ τὴν τύφλωσιν τῆς ψυχῆς καὶ πήρωσιν τῆς καρδίας σου. ἀλλὰ εἰ βούλει, δύνασαι θεραπευθῆναι· ἐπίδος σεαυτὸν τῷ ἰατρῷ καὶ παρακεντήσει σου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τῆς καρδίας. τίς ἐστιν ὁ ἰατρός; ὁ θεός, ὁ θεραπεύων καὶ ζωοποιῶν διὰ τοῦ λόγου καὶ τῆς σοφίας. ὁ θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας ἐποίησε τὰ πάντα· <τῷ> γὰρ <λόγῳ αὐτοῦ ἐστερεώθησαν οἱ οὐρανοὶ καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν>. κρατίστη ἐστὶν ἡ σοφία αὐτοῦ· <ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσους>.
Εἰ ταῦτα νοεῖς, ἄνθρωπε, ἁγνῶς καὶ ὁσίως καὶ δικαίως ζῶν, δύνασαι ὁρᾶν τὸν θεόν. πρὸ παντὸς δὲ προηγείσθω σου ἐν τῇ καρδίᾳ πίστις καὶ φόβος ὁ τοῦ θεοῦ, καὶ τότε συνήσεις ταῦτα. ὅταν ἀπόθῃ τὸ θνητὸν καὶ ἐνδύσῃ τὴν ἀφθαρσίαν, τότε ὄψῃ κατὰ ἀξίαν τὸν θεόν. ἀνεγείρει γάρ σου τὴν σάρκα ἀθάνατον σὺν τῇ ψυχῇ ὁ θεός· καὶ τότε ὄψῃ γενόμενος ἀθάνατος τὸν ἀθάνατον, ἐὰν νῦν πιστεύσῃς αὐτῷ καὶ τότε ἐπιγνώσῃ ὅτι ἀδίκως κατελάλησας αὐτοῦ.