• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Clement of Alexandria (150-215) Quis dives salvetur

X.

«Εἰ θέλεις τέλειος γενέσθαι.» οὐκ ἄρα πω τέλειος ἦν· οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸ «εἰ θέλεις» τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης αὐτῷ ψυχῆς ἐδήλωσεν. ἐπὶ τῷ ἀνθρώπῳ γὰρ ἦν ἡ αἵρεσις ὡς ἐλευθέρῳ, ἐπὶ θεῷ δὲ ἡ δόσις ὡς κυρίῳ. δίδωσι δὲ βουλομένοις καὶ ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵν' οὕτως ἴδιον αὐτῶν ἡ σωτηρία γένηται. οὐ γὰρ ἀναγκάζει ὁ θεός, βία γὰρ ἐχθρὸν θεῷ, ἀλλὰ τοῖς ζητοῦσι πορίζει καὶ τοῖς αἰτοῦσι παρέχει καὶ τοῖς κρούουσιν ἀνοίγει. εἰ θέλεις οὖν, εἰ ὄντως θέλεις καὶ μὴ ἑαυτὸν ἐξαπατᾷς, κτῆσαι τὸ ἐνδέον. «ἕν σοι λείπει», τὸ ἕν, τὸ ἐμόν, τὸ ἀγαθόν, τὸ ἤδη ὑπὲρ νόμον, ὅπερ νόμος οὐ δίδωσιν, ὅπερ νόμος οὐ χωρεῖ, ὃ τῶν ζώντων ἴδιόν ἐστιν. ἀμέλει ὁ πάντα τὰ τοῦ νόμου πληρώσας «ἐκ νεότητος» καὶ τὰ ὑπέρογκα φρυαξάμενος τὸ ἓν τοῦτο προσθεῖναι τοῖς ὅλοις οὐ δεδύνηται, τὸ τοῦ σωτῆρος ἐξαίρετον, ἵνα λάβῃ ζωὴν αἰώνιον, ἣν ποθεῖ· ἀλλὰ δυσχεράνας ἀπῆλθεν, ἀχθεσθεὶς τῷ παραγγέλματι τῆς ζωῆς, ὑπὲρ ἧς ἱκέτευεν. οὐ γὰρ ἀληθῶς ζωὴν ἤθελεν, ὡς ἔφασκεν, ἀλλὰ δόξαν προαιρέσεως ἀγαθῆς μόνην περιεβάλλετο, καὶ περὶ πολλὰ μὲν οἷός τε ἦν ἀσχολεῖσθαι, τὸ δὲ ἕν, τὸ τῆς ζωῆς ἔργον, ἀδύνατος καὶ ἀπρόθυμος καὶ ἀσθενὴς ἐκτελεῖν· ὁποῖόν τι καὶ πρὸς τὴν Μάρθαν εἶπεν ὁ σωτὴρ ἀσχολουμένην <περὶ> πολλὰ καὶ περιελκομένην καὶ ταρασσομένην διακονικῶς, τὴν δὲ ἀδελφὴν αἰτιωμένην, ὅτι τὸ ὑπηρετεῖν ἀπολιποῦσα τοῖς ποσὶν αὐτοῦ παρακάθηται μαθητικὴν ἄγουσα σχολήν· «σὺ περὶ πολλὰ ταράσσῃ· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ οὐκ ἀφαιρεθήσεται αὐτῆς.» οὕτως καὶ τοῦτον ἐκέλευε τῆς πολυπραγμοσύνης ἀφέμενον ἑνὶ προστετηκέναι καὶ προσκαθέζεσθαι, τῇ χάριτι τοῦ ζωὴν αἰώνιον προστιθέντος.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Quis dives salvetur
Translations of this Work
Salvation of the Rich Man Compare
Welcher Reiche wird gerettet werden? (BKV) Compare
Commentaries for this Work
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy