• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Clemens von Alexandrien (150-215) Quis dives salvetur? Quis dives salvetur

XXI.

Ὁ δὲ κύριος ἀποκρίνεται διότι «τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ». πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν. ὅτι καθ' αὑτὸν μὲν ἀσκῶν καὶ διαπονούμενος ἀπάθειαν ὁ ἄνθρωπος οὐδὲν ἀνύει, ἐὰν δὲ γένηται δῆλος ὑπερεπιθυμῶν τούτου καὶ διεσπουδακώς, τῇ προσθήκῃ τῆς παρὰ θεοῦ δυνάμεως περιγίνεται· βουλομέναις μὲν γὰρ ταῖς ψυχαῖς ὁ θεὸς συνεπιπνεῖ, εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας. καὶ τὸ δοθὲν ἐκ θεοῦ πνεῦμα συνεστάλη· τὸ μὲν γὰρ ἄκοντας σῴζειν ἐστὶ βιαζομένου, τὸ δὲ αἱρουμένους χαριζομένου. οὐδὲ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ' οἱ «βιασταὶ ἁρπάζουσιν αὐτήν»· αὕτη γὰρ μόνη βία καλή, θεὸν βιάσασθαι καὶ παρὰ θεοῦ ζωὴν ἁρπάσαι, ὁ δὲ γνοὺς τοὺς βιαίως, μᾶλλον δὲ βεβαίως ἀντεχομένους [συνεχώρησεν] εἶξεν· χαίρει γὰρ ὁ θεὸς τὰ τοιαῦτα ἡττώμενος. τοιγάρτοι τούτων ἀκούσας ὁ μακάριος Πέτρος. ὁ ἐκλεκτός. ὁ ἐξαίρετος, ὁ πρῶτος τῶν μαθητῶν, ὑπὲρ οὗ μόνου καὶ ἑαυτοῦ τὸν φόρον ὁ σωτὴρ ἐκτελεῖ, ταχέως ἥρπασε καὶ συνέβαλε τὸν λόγον. καὶ τί φησιν; «ἴδε ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.» τὰ δὲ «πάντα» εἰ μὲν τὰ κτήματα τὰ ἑαυτοῦ λέγει, τέσσαρας ὀβολοὺς ἴσως, <τὸ> τοῦ λόγου, καταλιπὼν μεγαλύνεται καὶ τούτων ἀνταξίαν ἀποφαίνων ἂν λάθοι τὴν βασιλείαν τῶν οὐρανῶν· εἰ δέ, ἅπερ ἄρτι νῦν λέγομεν, τὰ παλαιὰ νοητὰ κτήματα καὶ ψυχικὰ νοσήματα ἀπορρίψαντες ἕπονται κατ' ἴχνος τοῦ διδασκάλου, τοῦτ' ἂν <ἀν>άπτοιτο ἤδη τοῖς ἐν οὐρανοῖς ἐγγραφησομένοις. τοῦτο γὰρ ἀκολουθεῖν ὄντως τῷ σωτῆρι, ἀναμαρτησίαν καὶ τελειότητα τὴν ἐκείνου μετερχόμενον καὶ πρὸς ἐκεῖνον ὥσπερ κάτοπτρον κοσμοῦντα καὶ ῥυθμίζοντα τὴν ψυχὴν καὶ πάντα διὰ πάντων ὁμοίως διατιθέντα.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Quis dives salvetur
Übersetzungen dieses Werks
Salvation of the Rich Man vergleichen
Welcher Reiche wird gerettet werden? (BKV) vergleichen
Kommentare zu diesem Werk
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung