XXXI.
Τούτους καὶ τέκνα καὶ παιδία καὶ νήπια καὶ φίλους ὀνομάζει καὶ μικροὺς ἐνθάδε ὡς πρὸς τὸ μέλλον ἄνω μέγεθος αὐτῶν. «μὴ καταφρονήσητε» λέγων «ἑνὸς τῶν μικρῶν τούτων· τούτων γὰρ οἱ ἄγγελοι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» καὶ ἑτέρωθι· «μὴ φοβεῖσθε, τὸ μικρὸν ποίμνιον· ὑμῖν γὰρ εὐδόκησεν ὁ πατὴρ παραδοῦναι τὴν βασιλείαν» τῶν οὐρανῶν. κατὰ τὰ αὐτὰ καὶ τοῦ μεγίστου ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τὸν ἐλάχιστον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστι τὸν ἑαυτοῦ μαθητήν, εἶναι μείζω λέγει. καὶ πάλιν· «ὁ δεχόμενος δίκαιον ἢ προφήτην εἰς ὄνομα δικαίου ἢ προφήτου τὸν ἐκείνων μισθὸν λήψεται, ὁ δὲ μαθητὴν ποτίσας εἰς ὄνομα μαθητοῦ ποτήριον ψυχροῦ ὕδατος τὸν μισθὸν οὐκ ἀπολέσει.» οὐκοῦν οὗτος μόνος ὁ μισθὸς οὐκ ἀπολλύμενός ἐστι. καὶ αὖθις· «ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.» φύσει μὲν ἅπασαν κτῆσιν, ἣν αὐτός τις ἐφ' ἑαυτοῦ κέκτηται ὡς ἰδίαν οὖσαν καὶ οὐκ εἰς κοινὸν τοῖς δεομένοις κατατίθησιν, ἄδικον οὖσαν ἀποφαίνων, ἐκ δὲ ταύτης τῆς ἀδικίας ἐνὸν καὶ πρᾶγμα δίκαιον ἐργάσασθαι καὶ σωτήριον, ἀναπαῦσαί τινα τῶν ἐχόντων αἰώνιον· σκηνὴν παρὰ τῷ πατρί.
Ὅρα πρῶτον μὲν ὡς οὐκ ἀπαιτεῖσθαί σε κεκέλευκεν οὐδὲ ἐνοχλεῖσθαι περιμένειν, ἀλλὰ αὐτὸν ζητεῖν τοὺς εὖ πεισομένους ἀξίους τε ὄντας τοῦ σωτῆρος μαθητάς. καλὸς μὲν οὖν καὶ ὁ τοῦ ἀποστόλου λόγος· «ἱλαρὸν γὰρ δότην· ἀγαπᾷ ὁ θεός», χαίροντα τῷ διδόναι καὶ μὴ φειδομένως σπείροντα, ἵνα μὴ οὕτως καὶ θερίσῃ, δίχα γογγυσμῶν καὶ διακρίσεως καὶ λύπης [καὶ] κοινωνοῦντα, ὅπερ ἐστὶν εὐεργεσία καθα<ρά>. κρείττων δ' ἐστὶ τούτου ὁ τοῦ κυρίου λελεγμένος ἐν ἄλλῳ χωρίῳ· «παντὶ τῷ αἰτοῦντί σε δίδου·» θεοῦ γὰρ ὄντως ἡ τοιαύτη φιλοδωρία. οὑτοσὶ δὲ ὁ λόγος ὑπὲρ ἅπασάν ἐστι θεότητα, μηδὲ αἰτεῖσθαι περιμένειν, ἀλλ' αὐτὸν ἀναζητεῖν, ὅστις ἄξιος εὖ παθεῖν, ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν.
