2.
Ἑξῆς βάρβαρόν φησιν ἄνωθεν εἶναι τὸ δόγμα, δηλονότι τὸν ἰουδαϊσμόν, οὗ χριστιανισμὸς ἤρτηται]. Καὶ εὐγνωμόνως γε οὐκ ὀνειδίζει ἐπὶ τῇ ἀπὸ βαρβάρων ἀρχῇ τῷ λόγῳ, ἐπαινῶν ὡς ἱκανοὺς εὑρεῖν δόγματα τοὺς βαρβάρους· προστίθησι δὲ τούτοις ὅτι κρῖναι καὶ βεβαιώσασθαι καὶ ἀσκῆσαι πρὸς ἀρετὴν τὰ ὑπὸ βαρβάρων εὑρεθέντα ἀμείνονές εἰσιν Ἕλληνες. Τοῦτ' οὖν ἡμῖν ἐστιν ἐκ τῶν ὑπ' αὐτοῦ λεγομένων εἰς ἀπολογίαν περὶ τῶν ἐν χριστιανισμῷ κειμένων, ὄντων ἀληθῶν, ὅτι ἀπὸ ἑλληνικῶν τις δογμάτων καὶ γυμνασίων ἐλθὼν ἐπὶ τὸν λόγον οὐ μόνον κρίνοι ἂν αὐτὰ ἀληθῆ ἀλλὰ καὶ ἀσκήσας κατασκευάσαι ἂν καὶ τὸ δοκοῦν ἐλλιπὲς ὡς πρὸς ἑλληνικὴν ἀπόδειξιν ἀναπληρῶσαι, κατασκευάζων τὴν χριστιανισμοῦ ἀληθότητα. Λεκτέον δ' ἔτι πρὸς τοῦτο ὅτι [[ἔστι τις οἰκεία ἀπόδειξις τοῦ λόγου, θειοτέρα παρὰ τὴν ἀπὸ διαλεκτικῆς ἑλληνικήν. Ταύτην δὲ τὴν θειοτέραν ὁ ἀπόστολος ὀνομάζει ἀπόδειξιν «πνεύματος καὶ δυνάμεως», «πνεύματος» μὲν διὰ τὰς προφητείας ἱκανὰς πιστοποιῆσαι τὸν ἐντυγχάνοντα μάλιστα εἰς τὰ περὶ τοῦ Χριστοῦ, «δυνάμεως» δὲ διὰ τὰς τεραστίους δυνάμεις], ἃς κατασκευαστέον γεγονέναι καὶ ἐκ πολλῶν μὲν ἄλλων καὶ ἐκ τοῦ ἴχνη δὲ αὐτῶν ἔτι σῴζεσθαι παρὰ τοῖς κατὰ τὸ βούλημα τοῦ λόγου βιοῦσι.]
