69.
[Θέλομεν δὲ παραστῆσαι, πῶς οὐ χρησιμώτερον ἦν πρὸς τὴν οἰκονομίαν ὅλην τὸ εὐθὺς ἀπὸ τοῦ σκόλοπος αὐτὸν ἀφανῆ γενέσθαι σωματικῶς. Τὰ συμβεβηκέναι ἀναγεγραμμένα τῷ Ἰησοῦ οὐκ ἐν ψιλῇ τῇ λέξει καὶ τῇ ἱστορίᾳ τὴν πᾶσαν ἔχει θεωρίαν τῆς ἀληθείας· ἕκαστον γὰρ αὐτῶν καὶ σύμβολόν τινος εἶναι παρὰ τοῖς συνετώτερον ἐντυγχάνουσι τῇ γραφῇ ἀποδείκνυται.] Ὥσπερ οὖν τὸ σταυρωθῆναι αὐτὸν ἔχει τὴν δηλουμένην ἀλήθειαν ἐν τῷ «Χριστῷ συνεσταύρωμαι» καὶ τῷ σημαινομένῳ ἐκ τοῦ «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ», καὶ ὁ θάνατος αὐτοῦ ἀναγκαῖος διὰ τὸ «Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ» καὶ διὰ τὸ τὸν δίκαιον λέγειν· «Συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ» καὶ τὸ «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν» [οὕτως καὶ ἡ ταφὴ αὐτοῦ φθάνει ἐπὶ τοὺς συμμόρφους τοῦ θανάτου αὐτοῦ καὶ τοὺς συσταυρωθέντας αὐτῷ καὶ συναποθανόντας, καθὸ καὶ τῷ Παύλῳ λέλεκται τό· «Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος» καὶ συνανέστημεν αὐτῷ.]
Ἡμεῖς δὲ καὶ τὰ περὶ τῆς ταφῆς καὶ τοῦ μνημείου καὶ τοῦ θάψαντος ἀναγεγραμμένα εὐκαιρότερον διὰ πλειόνων ἐν ἄλλοις, ἔνθα προηγουμένως ἔστι περὶ τούτων λέγειν, διηγησόμεθα. Νυνὶ δ' αὐτάρκης ἡ καθαρὰ σινδών, ἐν ᾗ ἔδει τὸ καθαρὸν ἐντυλιχθῆναι σῶμα τοῦ Ἰησοῦ, [καὶ τὸ καινὸν μνημεῖον, «ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ» ὁ Ἰωσήφ, «οὗ οὐκ ἦν οὔπω οὐδεὶς κείμενος»], ἤ, ὡς ὁ Ἰωάννης φησίν, «ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη». [Καὶ ἐπίστησον εἰ δύναται κινῆσαί τινα ἡ συμφωνία τῶν τριῶν εὐαγγελιστῶν, φροντισάντων ἀναγράψαι τὸ λατομητὸν ἢ λαξευτὸν τὸ μνημεῖον ἐν πέτρᾳ], ἵν' ὁ τοὺς λόγους τῶν γεγραμμένων ἐξετάζων καὶ περὶ τούτων θεάσηταί τι λόγου ἄξιον καὶ περὶ τῆς καινότητος τοῦ μνημείου, ἥντινα Ματθαῖος καὶ Ἰωάννης ἱστόρησε, καὶ περὶ τοῦ μηδένα ἐκεῖ νεκρὸν γεγονέναι κατὰ τὸν Λουκᾶν καὶ τὸν Ἰωάννην. Ἔδει γὰρ τὸν μὴ τοῖς λοιποῖς νεκροῖς ὅμοιον ἀλλὰ ζωτικὰ σημεῖα καὶ ἐν τῇ νεκρότητι δείξαντα τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ καινόν, ἵν' οὕτως ὀνομάσω, ὄντα νεκρὸν ἐν καινῷ καὶ καθαρῷ γενέσθαι μνημείῳ· ἵν' ὥσπερ ἡ γένεσις αὐτοῦ καθαρωτέρα πάσης γενέσεως ἦν τῷ μὴ ἀπὸ μίξεως ἀλλ' ἀπὸ παρθένου γεννηθῆναι, οὕτως καὶ ἡ ταφὴ ἔχοι τὴν καθαρότητα, διὰ τοῦ συμβολικοῦ δηλουμένην ἐν τῷ ἀποτεθεῖσθαι αὐτοῦ τὸ σῶμα ἐν μνημείῳ καινῷ ὑφεστῶτι, [οὐκ ἐκ λογάδων λίθων] οἰκοδομηθέντι καὶ τὴν ἕνωσιν οὐ φυσικὴν ἔχοντι ἀλλ' ἐν μιᾷ καὶ δι' ὅλων ἡνωμένῃ πέτρᾳ λατομητῷ ἢ λαξευτῷ.
Τὰ μὲν οὖν τῆς διηγήσεως καὶ τῆς ἀπὸ τῶν γεγονέναι ἀναγεγραμμένων ἀναβάσεως ἐπὶ τὰ πράγματα, ὧν τὰ γενόμενα ἦν σημαντικά, καὶ μειζόνως ἄν τις καὶ θειοτέρως διηγήσαιτο, εὐκαιρότερον ἐκτιθέμενος τὰ τοιαῦτα ἐν προηγουμένῃ συντάξει· [τὰ δὲ τῆς λέξεως καὶ οὕτως ἄν τις ἀποδῴη, ὅτι κατὰ τὸν κρίναντα ὑπομεῖναι τὸ ἐπὶ σκόλοπος κρεμασθῆναι ἦν καὶ τὰ ἑξῆς τῇ ὑποθέσει τηρῆσαι, ἵν' ὡς ἄνθρωπος καθαιρεθεὶς τῷ ὡς ἄνθρωπος ἀποτεθνηκέναι ὡς ἄνθρωπος καὶ ταφῇ.] Ἀλλὰ καὶ εἰ καθ' ὑπόθεσιν ἐγέγραπτο ἐν τοῖς εὐαγγελίοις ὅτι ἀπὸ τοῦ σκόλοπος ἀφανὴς εὐθὺς ἐγένετο, ἐκάκιζεν ἂν τὸ γεγραμμένον ὁ Κέλσος καὶ οἱ ἄπιστοι, καὶ κατηγόρησαν ἂν καὶ οὕτω λέγοντες· τί δή ποτε μετὰ τὸν σταυρὸν γέγονεν ἀφανής, οὐ πρὸ τοῦ παθεῖν δὲ τοῦτ' ἐπραγματεύσατο; Εἴπερ οὖν ἀπὸ τῶν εὐαγγελίων μεμαθηκότες ὅτι οὐ γέγονεν εὐθὺς ἀφανὴς ἀπὸ τοῦ σκόλοπος ἐγκαλεῖν οἴονται τῷ λόγῳ, μὴ πλασαμένῳ, ὡς ἐκεῖνοι ἠξίωσαν, τὸ εὐθὺς αὐτὸν ἀφανῆ γενέσθαι ἀπὸ τοῦ σκόλοπος ἀλλὰ τὸ ἀληθὲς ἱστορήσαντι, πῶς οὐκ εὔλογον πιστεῦσαι αὐτοὺς καὶ τῇ ἀναστάσει αὐτοῦ, καὶ ὡς βουληθεὶς ὁτὲ μὲν «τῶν θυρῶν κεκλεισμένων» «ἔστη ἐν μέσῳ» τῶν μαθητῶν, ὁτὲ δὲ δοὺς ἄρτον δυσὶ τῶν γνωρίμων εὐθὺς «ἄφαντος ἐγένετο ἀπ' αὐτῶν» μετά τινας, οὓς ἐλάλησεν αὐτοῖς, λόγους;