73.
Ἐκτίθεται δὲ μετὰ ταῦτα ὁ Κέλσου Ἰουδαῖος ὡς ἀκόλουθον τὸ μὴ ἀκόλουθον. Οὐ γὰρ ἀκολουθεῖ τῷ ἠθέλησεν ἡμᾶς δι' ὧν πέπονθε κολάσεων διδάξαι καὶ θανάτου καταφρονεῖν τὸ ἀναστάντα αὐτὸν ἐκ νεκρῶν φανερῶς εἰς φῶς καλέσαι πάντας καὶ διδάξαι, οὗ χάριν κατεληλύθει. Εἰς φῶς γὰρ πρότερον ἐκάλεσε πάντας εἰπών· «Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ οὗ χάριν κατελήλυθεν, ἀναγέγραπται ἐν οἷς ἀποτάδην κεκίνηκε λόγοις ἐν μακαρισμοῖς καὶ τοῖς ἑξῆς αὐτοῖς ἀπαγγελλομένοις καὶ ἐν παραβολαῖς καὶ ἐν ταῖς πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους ὁμιλίαις. Τὸ δὲ κατὰ Ἰωάννην εὐαγγέλιον ὅσα ἐδίδαξεν ἐκτέθειται, παριστάντα τὴν Ἰησοῦ οὐκ ἐν λέξεσιν ἀλλ' ἐν πράγμασι μεγαλοφωνίαν· καὶ δῆλός ἐστιν ἐκ τῶν εὐαγγελίων ὅτι «ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ», ἐφ' ᾧ καὶ ἐθαύμαζον.