• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος δεύτερος

75.

Καὶ ἱκανά γε νομίζω ταῦτα εἶναι τῷ βουλομένῳ παραστῆσαι τὴν Ἰουδαίων πρὸς τὸν Ἰησοῦν ἀπιστίαν, ὅτι ἀκόλουθος ἦν αὕτη τοῖς ἐξ ἀρχῆς περὶ τοῦ λαοῦ ἀναγεγραμμένοις. Εἴποιμι γὰρ ἂν πρὸς τὸν λέγοντα παρὰ τῷ Κέλσῳ Ἰουδαῖον· Τίς θεὸς παρὼν εἰς ἀνθρώπους ἀπιστεῖται, καὶ ταῦτα οἷς ἐλπίζουσιν ἐπιφαίνεται; Ἢ τί δή ποτε τοῖς πάλαι προσδεχομένοις οὐ γνωρίζεται; Ὅτι βούλεσθε, ὦ οὗτοι, πρὸς τὰς πεύσεις ἡμῶν ἀποκρίνεσθαι; [Ποῖαι δυνάμεις μείζους ὅσον ἐπὶ ὑμετέρᾳ ὑπολήψει εἶναι ὑμῖν φαίνονται, αἱ ἐν Αἰγύπτῳ καὶ τῇ ἐρήμῳ, ἢ ἃ ἔφαμεν ἡμεῖς πεποιηκέναι τὸν Ἰησοῦν παρ' ὑμῖν;] Εἰ μὲν γὰρ ἐκεῖναι μείζους τούτων καθ' ὑμᾶς εἰσιν, πῶς οὐκ [αὐτόθεν δείκνυται ὅτι κατὰ τὸ ἦθος τῶν τοῖς μείζοσιν ἀπιστησάντων ἐστὶ καὶ τὸ τῶν ἡττόνων καταφρονεῖν;] Τοῦτο γὰρ ὑπολαμβάνεται περὶ ὧν λέγομεν περὶ τοῦ Ἰησοῦ· εἰ δὲ ἴσαι λέγονται <αἱ> περὶ τοῦ Ἰησοῦ ταῖς ἀναγεγραμμέναις ὑπὸ Μωϋσέως, τί ξένον ἀπήντησε λαῷ <τῷ> κατ' ἀμφοτέρας τὰς ἀρχὰς τῶν πραγμάτων ἀπιστοῦντι; [Ἀρχὴ μὲν γὰρ νομοθεσίας ἐπὶ Μωϋσέως ἦν, ἐν ᾗ τὰ ἁμαρτήματα τῶν ἀπίστων ὑμῶν ἀναγέγραπται· ἀρχὴ δὲ νομοθεσίας καὶ διαθήκης δευτέρας κατὰ τὸν Ἰησοῦν ἡμῖν γεγονέναι ὁμολογεῖται. Καὶ μαρτυρεῖτε δι' ὧν τῷ Ἰησοῦ ἀπιστεῖτε ὅτι υἱοί ἐστε τῶν ἐν τῇ ἐρήμῳ ἀπιστησάντων ταῖς θείαις ἐπιφανείαις· καὶ τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν εἰρημένον καὶ πρὸς ὑμᾶς λελέξεται ἀπιστήσαντας αὐτῷ, ὅτι «Ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν»]· καὶ πληροῦται ἐν ὑμῖν ἡ λέγουσα προφητεία· «Ἔσται ἡ ζωὴ ὑμῶν κρεμαμένη ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν»· οὐ γὰρ ἐπιστεύσατε τῇ ἐπιδεδημηκυίᾳ τῷ γένει τῶν ἀνθρώπων ζωῇ.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy