34.
Ἐγὼ μὲν οὖν ἡγοῦμαι ὅτι τούτους μόνους ἠπίστατο ὁ Κέλσος. Καὶ ἵνα δοκῇ ἑκὼν παραλιπεῖν τὰ παραπλήσια, εἶπε τό· Καὶ ἄλλους ἔχοι τις ἂν εἰπεῖν τοιούσδε πλείονας. Ἔστω δ' οὖν καὶ δεδόσθω τοιούσδε γεγονέναι πλείονας, μηδὲν ὠφεληκότας τὸ τῶν ἀνθρώπων γένος, τί τούτων εἰκαστὸν εὑρεθείη ἂν πρὸς τὸ τοῦ Ἰησοῦ ἔργον καὶ τὰ περὶ αὐτοῦ παράδοξα, περὶ ὧν ἐπὶ πλεῖον εἰρήκαμεν;
Μετὰ ταῦτα παραπλήσιον ἡμᾶς οἴεται πεποιηκέναι τόν, ὥς φησιν ἡ Κέλσος, ἁλόντα καὶ ἀποθανόντα θρησκεύοντας τοῖς Γέταις σέβουσι τὸν Ζάμολξιν καὶ Κίλιξι τὸν Μόψον καὶ Ἀκαρνᾶσι τὸν Ἀμφίλοχον καὶ Θηβαίοις τὸν Ἀμφιάρεω καὶ Λεβαδίοις τὸν Τροφώνιον. Καὶ ἐν τούτοις δὲ ἐλέγξομεν αὐτὸν οὐκ εὐλόγως ἡμᾶς ὁμοιώσαντα τοῖς προειρημένοις. Οἱ μὲν γὰρ νεὼς καὶ ἀγάλματα κατεσκεύασαν τοῖς κατειλεγμένοις, ἡμεῖς δὲ τὴν διὰ τῶν τοιούτων τιμὴν ἀνελόντες ἀπὸ τοῦ θείου – ὡς ἁρμοζόντων μᾶλλον δαιμονίοις οὐκ οἶδ' ὅπως ἱδρυμένοις ἔν τινι τόπῳ, ὃν ἤτοι προκαταλαμβάνουσιν ἢ διά τινων τελετῶν ἀχθέντες καὶ μαγγανειῶν ὡσπερεὶ οἰκοῦσιν – , τεθήπαμεν τὸν Ἰησοῦν τὸν νοῦν ἡμῶν μεταθέντα ἀπὸ παντὸς αἰσθητοῦ, ὡς οὐ μόνον φθαρτοῦ ἀλλὰ καὶ φθαρησομένου, καὶ ἀνάγοντα ἐπὶ τὴν μετὰ ὀρθοῦ βίου πρὸς τὸν ἐπὶ πᾶσι θεὸν τιμὴν μετ' εὐχῶν, ἃς προσάγομεν αὐτῷ διὰ <τοῦ> ὡς μεταξὺ ὄντος τῆς τοῦ ἀγεννήτου καὶ τῆς τῶν γενητῶν πάντων φύσεως, καὶ φέροντος μὲν ἡμῖν τὰς ἀπὸ τοῦ πατρὸς εὐεργεσίας διακομίζοντος δ' ἡμῶν τρόπον ἀρχιερέως τὰς εὐχὰς πρὸς τὸν ἐπὶ πᾶσι θεόν.