62.
Εἶτα συκοφαντῶν τὰ προτροπῆς ἕνεκα εἰρημένα καὶ γεγραμμένα τῆς πρὸς τοὺς κακῶς βεβιωκότας καὶ καλοῦντα αὐτοὺς ἐπὶ μετάνοιαν καὶ διόρθωσιν τῆς ψυχῆς αὐτῶν, φησὶν ἡμᾶς λέγειν τοῖς ἁμαρτωλοῖς πεπέμφθαι τὸν θεόν. Ὅμοιον δὲ καὶ τοῦτο ποιεῖ, ὡς εἰ ἐνεκάλει τισὶ λέγουσι διὰ τοὺς κακῶς διάγοντας ἐν τῇ πόλει πεπέμφθαι ὑπὸ φιλανθρωποτάτου βασιλέως τὸν ἰατρόν. Ἐπέμφθη οὖν θεὸς λόγος καθὸ μὲν ἰατρὸς τοῖς ἁμαρτωλοῖς, καθὸ δὲ διδάσκαλος θείων μυστηρίων τοῖς ἤδη καθαροῖς καὶ μηκέτι ἁμαρτάνουσιν. Ὁ δὲ Κέλσος ταῦτα μὴ δυνηθεὶς διακρῖναι – οὐ γὰρ ἠβουλήθη φιλομαθῆσαι – φησί· Τί δὲ τοῖς ἀναμαρτήτοις οὐκ ἐπέμφθη; Τί κακόν ἐστι τὸ μὴ ἡμαρτηκέναι; Καὶ πρὸς τοῦτό φαμεν ὅτι, εἰ μὲν ἀναμαρτήτους λέγει τοὺς μηκέτι ἁμαρτάνοντας, ἐπέμφθη καὶ τούτοις ὁ σωτὴρ ἡμῶν Ἰησοῦς, ἀλλ' οὐχ ὡς ἰατρός· εἰ δ' ἀναμαρτήτοις τοῖς μηδεπώποτε ἡμαρτηκόσιν – οὐ γὰρ διεστείλατο ἐν τῇ ἑαυτοῦ λέξει – , ἐροῦμεν ὅτι ἀδύνατον εἶναι οὕτως ἄνθρωπον ἀναμάρτητον. Τοῦτο δέ φαμεν ὑπεξαιρουμένου τοῦ κατὰ τὸν Ἰησοῦν νοουμένου ἀνθρώπου, «ὃς ἁμαρτίαν οὐκ ἐποίησε». Κακούργως δή φησιν ὁ Κέλσος περὶ ἡμῶν ὡς δὴ φασκόντων ὅτι τὸν μὲν ἄδικον, ἐὰν αὑτὸν ὑπὸ μοχθηρίας ταπεινώσῃ, δέξεται ὁ θεός, τὸν δὲ δίκαιον, ἐὰν μετ' ἀρετῆς ἀπ' ἀρχῆς ἄνω πρὸς αὐτὸν βλέπῃ, τοῦτον οὐ δέξεται. Ἀδύνατον <γάρ> φαμεν εἶναι ἄνθρωπον μετ' ἀρετῆς ἀπ' ἀρχῆς πρὸς τὸν θεὸν ἄνω βλέπειν· κακίαν γὰρ ὑφίστασθαι ἀναγκαῖον πρῶτον ἐν ἀνθρώποις, καθὸ καὶ ὁ Παῦλος λέγει· «Ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον»· ἀλλὰ καὶ οὐ διδάσκομεν περὶ τοῦ ἀδίκου ὅτι αὔταρκες αὐτῷ τὸ διὰ τὴν μοχθηρίαν ἑαυτὸν ταπεινοῦν πρὸς τὸ δεχθῆναι ὑπὸ τοῦ θεοῦ, ἀλλ' ἐὰν μὲν ἐπὶ τοῖς προτέροις ἑαυτοῦ καταγνοὺς πορεύηται «ταπεινὸς» ἐπ' ἐκείνοις καὶ «κεκοσμημένος» ἐπὶ τοῖς δευτέροις, τοῦτον παραδέξεται ὁ θεός.