• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος τρίτος

69.

Καὶ ὁ μὲν Κέλσος φησὶ τὰ ἀκόλουθα ἑαυτῷ ἐπιφέρων ὅτι φύσιν ἀμεῖψαι τελέως παγχάλεπον. Ἡμεῖς δέ, μίαν φύσιν ἐπιστάμενοι πάσης λογικῆς ψυχῆς καὶ μηδεμίαν φάσκοντες πονηρὰν ὑπὸ τοῦ κτίσαντος τὰ ὅλα δεδημιουργῆσθαι, γεγονέναι <δὲ> πολλοὺς κακοὺς παρὰ τὰς ἀνατροφὰς καὶ τὰς διαστροφὰς καὶ τὰς περιηχήσεις, ὥστε καὶ φυσιωθῆναι ἔν τισι τὴν κακίαν, πειθόμεθα ὅτι τῷ θείῳ λόγῳ ἀμεῖψαι κακίαν φυσιώσασάν ἐστιν οὐ μόνον οὐκ ἀδύνατον ἀλλὰ καὶ οὐ πάνυ χαλεπόν, ἐπὰν μόνον παραδέξηταί τις ὅτι πιστεύειν δεῖ ἑαυτὸν τῷ ἐπὶ πᾶσι θεῷ καὶ πάντα πράττειν κατ' ἀναφορὰν τοῦ ἀρέσκειν ἐκείνῳ· παρ' ᾧ οὐκ ἔστιν

Ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·

οὐδὲ

Κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. Εἰ δὲ καί τισι πάνυ χαλεπόν ἐστι τὸ μεταβάλλειν, τὴν αἰτίαν λεκτέον εἶναι περὶ τὴν συγκατάθεσιν αὐτῶν, ὀκνοῦσαν παραδέξασθαι τὸν ἐπὶ πᾶσι θεὸν εἶναι ἑκάστῳ δίκαιον κριτὴν περὶ πάντων τῶν ἐν τῷ βίῳ πεπραγμένων. Μέγα γὰρ δύναται καὶ πρὸς τὰ δοκοῦντα εἶναι χαλεπώτατα καί, ἵνα καθ' ὑπερβολὴν ὀνομάσω, ἐγγύς που ἀδύνατα προαίρεσις καὶ ἄσκησις. Ἢ βουληθεῖσα ἀνθρωπίνη φύσις ἐπὶ κάλου βαίνειν, τεταμένου διὰ μέσου τοῦ θεάτρου ἐν μετεώρῳ, καὶ μετὰ τοῦ φέρειν τοσαῦτα καὶ τηλικαῦτα βάρη δεδύνηται τῇ ἀσκήσει καὶ τῇ προσοχῇ τὸ τοιοῦτο ποιῆσαι· βουληθεῖσα δὲ κατ' ἀρετὴν βιῶσαι ἀδυνάτως ἔχει, κἂν ᾖ πρότερον φαυλοτάτη γεγενημένη; Ἀλλ' ὅρα μή ποτε ὁ τὰ τοιαῦτα λέγων τῇ δημιουργῷ τοῦ λογικοῦ ζῴου φύσει ἐγκαλεῖ μᾶλλον ἢ τῷ γεγενημένῳ, εἰ πρὸς μὲν τὰ οὕτω χαλεπὰ οὐδαμῶς ὄντα χρήσιμα πεποίηκε δυνατὴν τὴν τοῦ ἀνθρώπου φύσιν, ἀδύνατον δὲ πρὸς τὴν ἰδίαν μακαριότητα. Ἀλλὰ γὰρ ἀρκεῖ καὶ ταῦτα πρὸς τὸ φύσιν γὰρ ἀμεῖψαι τελέως παγχάλεπον.

Ἑξῆς δέ φησιν ὅτι οἱ ἀναμάρτητοι βελτίους κοινωνοὶ βίου, μὴ σαφηνίσας, τίνας φησὶ τοὺς ἀναμαρτήτους, πότερον τοὺς ἀρχῆθεν ἢ τοὺς ἐκ μεταβολῆς. Οἱ μὲν οὖν ἀρχῆθεν ἀδύνατοι, οἱ δ' ἐκ μεταβολῆς σπανίως εἰσὶν εὑρισκόμενοι, οἵτινες ἐκ τοῦ προσεληλυθέναι λόγῳ σῴζοντι τοιοῦτοι γίνονται. Οὐχὶ δὲ τοιοῦτοι ὄντες τῷ λόγῳ προσέρχονται· χωρὶς γὰρ λόγου καὶ ταῦτα τελείου ἀμήχανον ἀναμάρτητον γενέσθαι ἄνθρωπον.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy