• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος τέταρτος

38.

Εἶθ' ὅρα κακοήθειαν τοῦ Κέλσου ἐν τοῖς ἑξῆς. Τῆς γὰρ γραφῆς ἡμῶν λεγούσης ἐπὶ τῆς τοῦ ἀνθρώπου πλάσεως· «Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», ὁ δὲ κακοήθως διασύρειν βουλόμενος τὸ «ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς», ὅπερ οὐδὲ νενόηκε τίνα τρόπον λέλεκται, ἀνέγραψεν ὅτι συνέθεσαν ἄνθρωπον ὑπὸ χειρῶν θεοῦ πλασσόμενον <καὶ ἐμφυσώμενον>, ἵνα τὸ ἐμφυσώμενον παραπλησίως τις νομίσας λελέχθαι τοῖς ἐμφυσωμένοις ἀσκοῖς γελάσῃ τὸ «ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς» τροπικῶς εἰρημένον καὶ δεόμενον διηγήσεως, παριστάσης μεταδεδωκέναι τὸν θεὸν τοῦ ἀφθάρτου πνεύματος τῷ ἀνθρώπῳ· καθὸ λέλεκται· «Τὸ δὲ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν».

Εἶτ' ἐπεὶ προκείμενον ἦν αὐτῷ κακηγορεῖν τὰ γεγραμμένα, διεχλεύασε καὶ τὸ «Ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς· καὶ ᾠκοδόμησε τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα» καὶ τὰ ἑξῆς, οὐδὲ τὴν λέξιν ἐκθέμενος, δυναμένην ἐπιστῆσαι τὸν ἀκούοντα ὅτι μετὰ τροπολογίας εἴρηται. Καὶ οὐκ ἠθέλησέ γε προσποιήσασθαι ἀλληγορεῖσθαι τὰ τοιαῦτα, καίτοι γε ἐν τοῖς ἑξῆς λέγων ὅτι οἱ ἐπιεικέστεροι Ἰουδαίων τε καὶ Χριστιανῶν ἐπὶ τούτοις αἰσχυνόμενοι πειρῶνταί πως ἀλληγορεῖν αὐτά. Ἔστι δ' εἰπεῖν πρὸς αὐτόν· ἆρα τὰ μὲν τῷ ἐνθέῳ σου Ἡσιόδῳ εἰρημένα ἐν μύθου σχήματι περὶ τῆς γυναικὸς ἀλληγορεῖται, ὡς ἄρα δέδοται αὕτη τοῖς ἀνθρώποις ὑπὸ τοῦ Διὸς «κακὸν» «ἀντὶ τοῦ πυρός»· ἡ δ' ἀπὸ τῆς πλευρᾶς τοῦ μετ' «ἔκστασιν» κοιμηθέντος ληφθεῖσα γυνὴ καὶ οἰκοδομηθεῖσα ὑπὸ τοῦ θεοῦ χωρὶς παντὸς λόγου καί τινος ἐπικρύψεως λελέχθαι σοι φαίνεται;

Ἀλλ' οὐκ εὔγνωμον ἐκεῖνα μὲν μὴ γελᾶν ὡς μῦθον ἀλλά, θαυμάζειν ὡς ἐν μύθῳ φιλοσοφούμενα, ταῦτα δὲ μόνῃ τῇ λέξει τὴν διάνοιαν ἐναπερείσαντα μυχθίζειν καὶ μηδενὸς λόγου νομίζειν ἔχεσθαι. Εἰ γὰρ ψιλῆς ἕνεκεν λέξεως χρὴ κατηγορεῖν τῶν ἐν ὑπονοίαις λελεγμένων, ὅρα εἰ μὴ τὰ Ἡσιόδου μᾶλλον γέλωτα μέλλει ὀφλεῖν, ἀνδρός, ὡς φής, ἐνθέου τοιαῦτα γράψαντος·

Τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·

Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

χαίροις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,

σοί τ' αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισι.

Τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες

τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.

Ὣς ἔφατ'· ἐκ δ' ἐτέλεσσε πατὴρ ἀνδρῶν τε θεῶν τε

Ἥφαιστον δ' ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα

γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν

καὶ σθένος, ἀθανάτοις δὲ θεοῖς εἰς ὦπα ἐΐσκειν

παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην

ἔργα διδασκέμεναι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·

καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσῆν Ἀφροδίτην

καὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδῶνας·

ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος

<Ἑρμείην ἤνωγε, διάκτορον ἀργεϊφόντην.>

Ὣς ἔφαθ'· οἱ δ' ἐπίθοντο Διῒ Κρονίωνι ἄνακτι.

<Αὐτίκα δ' ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις

παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·

ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·>

ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ

ὅρμους χρυσείους ἔθεσαν <χροΐ·> ἀμφὶ δὲ τήνδε

Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·

πάντα δέ <οἱ> χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη·

ἐν δ' ἄρα οἱ στήθεσσι διάκτορος ἀργεϊφόντης

ψεύδεά θ' αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος

τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ' ἄρα φωνὴν

θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα

Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ' ἔχοντες

δῶρον ἐδώρησαν, πῆμ' ἀνδράσιν ἀλφηστῇσι.

Γελοῖον δ' αὐτόθεν καὶ τὸ περὶ τοῦ πίθου λεγόμενον, ὅτι

Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων

νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο

νούσων τ' ἀργαλέων, αἵ τ' ἀνδράσι κῆρας ἔδωκαν.

Ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ' ἀφελοῦσα

ἐσκέδασ'· ἀνθρώποισι δ' ἐμήσατο κήδεα λυγρά.

Μούνη δ' αὐτόθι Ἐλπὶς ἐν ἀῤῥήκτοισι δόμοισιν

ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε

ἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο.

Πρὸς δὲ τὸν ταῦτα σεμνῶς ἀλληγοροῦντα, εἴτ' ἐπιτυγχάνοντα ἐν τῇ ἀλληγορίᾳ εἴτε καὶ μή, ἐροῦμεν· ἆρα μόνοις Ἕλλησιν ἐν ὑπονοίᾳ ἔξεστι φιλοσοφεῖν, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ ὅσοι τῶν βαρβάρων σεμνύνονται ἐπὶ μυστηρίοις καὶ ἀληθείᾳ· μόνοι δὲ Ἰουδαῖοι ἔδοξάν σοι καὶ ὁ τούτων νομοθέτης καὶ οἱ συγγραφεῖς πάντων ἀνθρώπων εἶναι ἀνοητότατοι, καὶ μόνον τοῦτο τὸ ἔθνος οὐδεμιᾶς δυνάμεως θεοῦ μετειληφέναι, τὸ οὕτως μεγαλοφυέστατα δεδιδαγμένον ἀναβαίνειν ἐπὶ τὴν ἀγένητον τοῦ θεοῦ φύσιν κἀκείνῳ μόνῳ ἐνορᾶν καὶ τὰς ἀπ' αὐτοῦ μόνου ἐλπίδας προσδοκᾶν;

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité