72.
Ὀργὴν μὲν οὖν ὀνομάζομεν θεοῦ, οὐ πάθος δ' αὐτοῦ αὐτὴν εἶναι φαμεν ἀλλά τι παραλαμβανόμενον εἰς τὴν διὰ σκυθρωποτέρων ἀγωγῶν παίδευσιν τοῖς τὰ τοσάδε καὶ τοιάδε ἡμαρτηκόσιν. Ὅτι γὰρ παιδεύει ἡ καλουμένη ὀργὴ τοῦ θεοῦ καὶ ὁ ὀνομαζόμενος θυμὸς αὐτοῦ, καὶ τοῦτ' ἀρέσκει τῷ λόγῳ, δῆλον ἐκ τοῦ ἐν μὲν ἕκτῳ ψαλμῷ εἰρήσθαι· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με» ἐν δὲ τῷ Ἱερεμίᾳ· «Παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.» Ἀναγνοὺς δέ τις ἐν μὲν τῇ δευτέρᾳ τῶν Βασιλειῶν «ὀργὴν» θεοῦ, ἀναπείθουσαν τὸν Δαυὶδ ἀριθμῆσαι τὸν λαόν, ἐν δὲ τῇ πρώτῃ τῶν Παραλειπομένων τὸν «διάβολον», καὶ συνεξετάζων ἀλλήλοις τὰ ῥητὰ ὄψεται ἐπὶ τίνος τάσσεται ἡ ὀργή· ἧς καὶ «τέκνα» πάντας ἀνθρώπους γεγονέναι φησὶν ὁ Παῦλος λέγων· «Ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί.»
Ὅτι δ' οὐ πάθος τοῦ θεοῦ ἐστιν ἡ ὀργή, ἀλλ' ἕκαστος αὑτῷ ταύτην δι' ὧν ἁμαρτάνει κατασκευάζει, δηλώσει ὁ Παῦλος ἐν τῷ· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.» Πῶς οὖν δύναται ἕκαστος «θησαυρίζειν ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς», «ὀργῆς» νοουμένης τοῦ πάθους; Πῶς δὲ ὀργῆς πάθος παιδεύειν δύναται; Ἀλλὰ καὶ οὐκ ἂν ὁ διδάσκων λόγος ἡμᾶς μηδαμῶς ὀργίζεσθαι καὶ φάσκων ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ· «Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν», λέγων δὲ καὶ ἐν τῷ Παύλῳ· «Ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργὴν θυμὸν κακίαν βλασφημίαν αἰσχρολογίαν», αὐτῷ τῷ θεῷ περιῆπτεν τὸ πάθος, οὗ ἡμᾶς πάντῃ ἀπαλλάξαι βούλεται. Δῆλον δὲ τὸ τροπολογεῖσθαι τὰ περὶ ὀργῆς θεοῦ ἐκ τοῦ καὶ ὕπνον αὐτοῦ ἀναγεγράφθαι, ἀφ' οὗ ὥσπερ διϋπνίζων αὐτὸν ὁ προφήτης λέγει· «Ἀνάστηθι, ἵνα τί ὑπνοῖς, κύριε»; Καὶ πάλιν φησί· «Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου.» Εἴπερ οὖν ὁ ὕπνος ἄλλο τι σημαίνει καὶ οὐχ ὅπερ ἡ πρόχειρος ἐκδοχὴ τῆς λέξεως δηλοῖ, διὰ τί οὐχὶ καὶ ἡ ὀργὴ παραπλησίως νοηθήσεται;
Καὶ αἱ ἀπειλαὶ δὲ ἀπαγγελίαι εἰσὶ περὶ τῶν ἀπαντησομένων τοῖς φαύλοις, ὡς εἰ ἀπειλάς τις ἔφασκεν εἶναι καὶ τοὺς τοῦ ἰατροῦ λόγους, λέγοντος τοῖς κάμνουσι· τεμῶ σε καὶ καυστῆρας προσάξω σοι, ἐὰν μὴ πεισθῇς μου τοῖς νόμοις καὶ οὑτωσὶ μὲν διαιτήσῃ οὑτωσὶ δὲ σαυτὸν ἀγάγῃς. Οὐκ ἀνθρώπινα οὖν πάθη προσάπτομεν τῷ θεῷ οὐδὲ δυσσεβεῖς δόξας ἔχομεν περὶ αὐτοῦ οὐδὲ πλανώμενοι τὰς περὶ τοῦτον διηγήσεις ἀπ' αὐτῶν τῶν γραμμάτων συνεξεταζομένων ἀλλήλοις παρίσταμεν· οὐδὲ τὸ προκείμενον τοῖς ἐν ἡμῖν συνετῶς πρεσβεύουσι τοῦ λόγου ἄλλο ἐστὶν ἢ εὐηθείας μὲν ἀπαλλάξαι κατὰ τὸ δυνατὸν τοὺς ἀκούοντας ποιῆσαι δ' αὐτοὺς φρονίμους.
