75.
Οἴεται γὰρ πρῶτον μὲν μὴ ἔργα θεοῦ εἶναι βροντὰς καὶ ἀστραπὰς καὶ ὑετούς, ἤδη σαφέστερον ἐπικουρίζων· δεύτερον δέ φησιν ὅτι, εἰ καὶ διδῴη τις ταῦτα ἔργα εἶναι θεοῦ, οὐ μᾶλλον ἡμῖν τοῖς ἀνθρώποις ταῦτα γίνεται πρὸς τροφὴν ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις, συντυχικῶς διδοὺς καὶ οὐ κατὰ πρόνοιαν ὡς ἀληθῶς ἐπικούρειος ταῦτα συμβαίνειν. Εἰ γὰρ οὐ μᾶλλον ἡμῖν ἢ φυτοῖς καὶ δένδροις καὶ πόαις καὶ ἀκάνθαις ταῦτ' ἐστι χρήσιμα, δῆλον ὅτι οὐδ' ἀπὸ προνοίας ταῦτ' ἔρχεται ἢ ἀπὸ προνοίας οὐ μᾶλλον ἡμῶν προνοουμένης ἢ δένδρων καὶ πόας καὶ ἀκάνθης. Ἑκάτερον δ' αὐτόθεν ἀσεβές, καὶ τὸ τοῖς τοιούτοις ἀντιλέγειν ἱστάμενον πρὸς τὸν ἀσέβειαν ἡμῶν κατηγοροῦντα εὔηθες· παντὶ γὰρ δῆλον ἐκ τῶν εἰρημένων, τίς ὁ ἀσεβής.
Εἶτά φησιν ὅτι κἂν ταῦτα λέγῃς ἀνθρώποις φύεσθαι – δῆλον δ' ὅτι τὰ φυτὰ καὶ δένδρα καὶ πόας καὶ ἀκάνθας – , τί μᾶλλον αὐτὰ ἀνθρώποις φήσεις φύεσθαι ἢ τοῖς ἀλόγοις ζῴοις τοῖς ἀγριωτάτοις; Σαφῶς οὖν λεγέτω ὁ Κέλσος ὅτι ἡ τοσαύτη τῶν ἐπὶ γῆς φυομένων διαφορὰ οὐ προνοίας ἐστὶν ἔργον, ἀλλὰ συντυχία τις ἀτόμων τὰς τοσαύτας ποιότητας πεποίηκε, καὶ κατὰ συντυχίαν τοσαῦτα εἴδη φυτῶν καὶ δένδρων καὶ πόας παραπλήσιά ἐστιν ἀλλήλοις, καὶ ὅτι οὐδεὶς λόγος τεχνικὸς ὑπέστησεν αὐτά, οὐδ' ἀπὸ νοῦ ἔχει τὴν ἀρχήν, πάντα θαυμασμὸν ὑπερβεβηκότος. Ἀλλ' ἡμεῖς οἱ τῷ ταῦτα κτίσαντι μόνῳ ἀνακείμενοι θεῷ Χριστιανοὶ καὶ ἐπὶ τούτοις χάριν οἴδαμεν τῷ καὶ τούτων δημιουργῷ, ὅτι ἡμῖν τηλικαύτην ἑστίαν εὐτρέπισε καὶ δι' ἡμᾶς τοῖς δουλεύουσιν ἡμῖν ζῴοις· «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ ἵν' οἶνος εὐφραίνῃ καρδίαν ἀνθρώπου, καὶ ἱλαρύνηται πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος στηρίζῃ καρδίαν ἀνθρώπου.» Εἰ δὲ καὶ τοῖς ἀγριωτάτοις τῶν ζῴων τροφὰς κατεσκεύασεν, οὐδὲν θαυμαστόν· καὶ ταῦτα γὰρ τὰ ζῷα καὶ ἄλλοι τῶν φιλοσοφησάντων εἰρήκασι γυμνασίου ἕνεκα γεγονέναι τῷ λογικῷ ζῴῳ. Φησὶ δέ που τῶν καθ' ἡμᾶς τις σοφῶν· «Μὴ εἴπῃς· τί τοῦτο, εἰς τί τοῦτο; Πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται» καὶ «Μὴ εἴπῃς· τί τοῦτο, εἰς τί τοῦτο; Πάντα γὰρ ἐν καιρῷ αὐτῶν ζητηθήσεται».
