77.
Ἑξῆς δὲ τούτοις ἐπιλαθόμενος ὅτι τὸ προκείμενον αὐτῷ ἐστιν Ἰουδαίων καὶ Χριστιανῶν κατηγορεῖν, ἑαυτῷ ἀνθυποφέρει εὐριπίδειον ἰαμβεῖον, ἐναντιούμενον αὐτοῦ τῇ γνώμῃ· καὶ ὁμόσε χωρήσας τῷ λελεγμένῳ κατηγορεῖ ὡς κακῶς εἰρημένου. Ἔχει δ' οὕτως ἡ τοῦ Κέλσου λέξις· Εἰ δὲ καὶ τὸ εὐριπίδειον ἐρεῖς, ὅτι
Ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, τί μᾶλλον ἡμῖν ἢ τοῖς μύρμηξι καὶ ταῖς μυίαις; Καὶ γὰρ ἐκείνοις ἡ μὲν «νὺξ» γίνεται πρὸς ἀνάπαυσιν ἡ δ' ἡμέρα πρὸς τὸ ὁρᾶν τε καὶ ἐνεργεῖν. Σαφὲς δὴ ὅτι οὐ μόνον Ἰουδαίων καὶ Χριστιανῶν τινες εἰρήκασιν ἡμῖν δουλεύειν ἥλιον καὶ τὰ ἐν οὐρανῷ ἀλλὰ καὶ ὁ κατά τινας σκηνικὸς φιλόσοφος καὶ φυσιολογίας τῆς Ἀναξαγόρου γενόμενος ἀκροατής· ὅστις ἀπὸ ἑνὸς λογικοῦ τοῦ ἀνθρώπου συνεκδοχικῶς πᾶσι τοῖς λογικοῖς <τὰ> τεταγμένα ἐν τῷ παντί φησι δουλεύειν, δηλούμενα πάλιν συνεκδοχικῶς ἐκ τοῦ·
Ἥλιος μὲν νύξ τε.
Ἢ τάχα καὶ ὁ τραγικὸς ἀπὸ τοῦ ποιοῦντος τὴν ἡμέραν ἡλίου ὠνόμασε τὴν ἡμέραν, διδάσκων ὅτι τὰ μάλιστα χρῄζοντα ἡμέρας καὶ νυκτὸς τὰ ὑπὸ σελήνην ἐστί, καὶ οὐχ οὕτως ἄλλα ὡς τὰ ἐπὶ γῆς. Ἡμέρα οὖν καὶ «νὺξ δουλεύει βροτοῖς», γενόμεναι διὰ τὰ λογικά. Εἰ δὲ παραπολαύουσι μύρμηκες καὶ μυῖαι, ἐνεργοῦντες μὲν ἡμέρας νυκτὸς δὲ διαναπαυόμενοι, τῶν δι' ἀνθρώπους γεγενημένων, οὐχὶ καὶ διὰ μύρμηκας καὶ μυίας λεκτέον ἡμέραν γίνεσθαι καὶ νύκτα οὐδὲ δι' οὐδέν, ἀλλὰ κατὰ πρόνοιαν ἀνθρώπων ἕνεκεν ταῦτα χρὴ νομίζειν γεγονέναι.