90.
Κέλσῳ μὲν οὖν ἀκολουθεῖ, τῷ διαφέρειν ἡγουμένῳ τῶν ἀνθρώπων τοὺς ὄρνιθας, διδασκάλοις αὐτὸν χρᾶσθαι ὄρνισι καὶ μηδενὶ οὕτως τῶν φιλοσοφησάντων παρ' Ἕλλησιν· ἡμῖν δ' ὀλίγα πρὸς τὰ προκείμενα ἀπὸ πολλῶν λεκτέον, διελέγχουσι τὴν ἀχάριστον ψευδοδοξίαν πρὸς τὸν πεποιηκότα αὐτόν· «ἄνθρωπος» γὰρ καὶ Κέλσος ὢν «ἐν τιμῇ ὢν οὐ συνῆκε», διὸ οὐδὲ «παρασυνεβλήθη» τοῖς ὄρνισι καὶ τοῖς ἄλλοις ἀλόγοις ζῴοις, οἷς νομίζει εἶναι μαντικοῖς, ἀλλ' ἐκείνοις παραχωρήσας τὰ πρωτεῖα ὑπὲρ Αἰγυπτίους, τοὺς τὰ ἄλογα ζῷα ὡς θεοὺς προσκυνοῦντας, ἑαυτὸν ὑπέταξε τὸ δ' ὅσον ἐπ' αὐτῷ καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος ὡς χεῖρον καὶ ἔλαττον νοοῦν περὶ τοῦ θείου τοῖς ἀλόγοις ζῴοις.
Προηγουμένως μὲν οὖν ζητείσθω, πότερον ὑπάρχει ἡ δι' ὀρνίθων καὶ τῶν λοιπῶν ζῴων, πεπιστευμένων εἶναι μαντικῶν, μαντικὴ ἢ μὴ ὑπάρχει. Καὶ γὰρ οὐκ εὐκαταφρόνητός ἐστιν εἰς ἑκάτερα ἐπιχειρούμενος ὁ λόγος· ὅπου μὲν δυσωπῶν μὴ παραδέξασθαι τὸ τοιοῦτον, ἵνα μὴ τὸ λογικὸν ἀντὶ τῶν δαιμονίων χρηστηρίων ὄρνισι χρήσηται, καταλιπὸν ἐκεῖνα, ὅπου δὲ διὰ μαρτυρουμένης ὑπὸ πολλῶν ἐναργείας παριστὰς ὅτι πολλοὶ ἀπὸ μεγίστων διεσώθησαν κινδύνων, πεισθέντες τῇ δι' ὀρνίθων μαντικῇ. Ἐπὶ δὲ τοῦ παρόντος δεδόσθω ὑπαρκτὸν εἶναι τὴν οἰωνιστικήν, ἵνα καὶ οὕτως δείξω τοῖς προκαταληφθεῖσιν ὅτι καὶ τούτου διδομένου πολλή ἐστιν ἡ τοῦ ἀνθρώπου παρὰ τὰ ἄλογα ζῷα καὶ παρ' αὐτὰ τὰ μαντικὰ ὑπεροχὴ καὶ οὐδαμῶς πρὸς ἐκεῖνα συγκριτή. Λεκτέον οὖν ὅτι, εἴπερ τις θεία φύσις ἦν ἐν αὐτοῖς τῶν μελλόντων προγνωστικὴ καὶ ἐπὶ τοσοῦτον πλουσία, ὡς ἐκ περιουσίας καὶ τῷ βουλομένῳ τῶν ἀνθρώπων δηλοῦν τὰ ἐσόμενα, δηλονότι πολὺ πρότερον τὰ περὶ ἑαυτῶν ἐγίνωσκον· γινώσκοντα δὲ τὰ περὶ ἑαυτῶν ἐφυλάξατο ἂν ἀναπτῆναι κατὰ τοῦδε τοῦ τόπου, ἐφ' οὗ παγίδας καὶ δίκτυα ἄνθρωποι ἔστησαν κατ' αὐτῶν, ἢ τοξόται σκοπῷ χρώμενοι τοῖς ἱπταμένοις βέλη ἐπ' αὐτὰ ἀπέλυον. Πάντως δ' ἂν καὶ προγινώσκοντες ἀετοὶ τὴν κατὰ τῶν νεοσσῶν ἐπιβουλήν, εἴτε τῶν ἀναβαινόντων πρὸς αὐτοὺς ὄφεων καὶ διαφθειρόντων αὐτούς, εἴτε καί τινων ἀνθρώπων εἴτ' εἰς παιδιὰν εἴτε καὶ εἰς ἄλλην τινὰ χρείαν καὶ θεραπείαν λαμβανόντων αὐτούς, οὐκ ἂν ἐνόσσευσαν ἔνθα ἔμελλον ἐπιβουλεύεσθαι· καὶ ἁπαξαπλῶς οὐκ ἄν ποτε τῶν ζῴων τι τούτων ἁλωτὸν ἀνθρώποις ἦν ὡς ἀνθρώπων θειότερον καὶ σοφώτερον.