3.
Ὅρα δὴ ὅτι βουλόμενος τὰ ἡμέτερα ἀνελεῖν ὁ μὴ ὁμολογήσας δι' ὅλου τοῦ συγγράμματος ἐπικούρειος εἶναι πρὸς τὸν Ἐπίκουρον αὐτομολῶν ἐλέγχεται. Ὥρα δή σοι τῷ ἐντυγχάνοντι τοῖς Κέλσου λόγοις καὶ συγκατατιθεμένῳ τοῖς προκειμένοις ἤτοι ἀναιρεῖν τὸ θεὸν ἐπιδημεῖν, προνοούμενον ἀνθρώπων τῶν καθ' ἕνα, ἢ τιθέντι τὸ τοιοῦτον ψευδοποιεῖν τὸν Κέλσου λόγον. Εἰ μὲν οὖν πάντῃ πρόνοιαν ἀναιρεῖς, ψευδοποιήσεις αὐτοῦ τοὺς λόγους, ἐν οἷς τίθησι θεοὺς καὶ πρόνοιαν, ἵνα ταῦτα φήσῃς εἶναι ἀληθῆ· εἰ δὲ τίθης οὐδὲν ἧττον πρόνοιαν, ὡς οὐ συγκατατιθέμενος Κέλσῳ λέγοντι μήτε θεὸν μήτε θεοῦ παῖδα κατεληλυθέναι ἢ κατέρχεσθαι πρὸς ἀνθρώπους, διὰ τί οὐχὶ ἐπιμελῶς ἐξετάσεις ἐκ τῶν περὶ Ἰησοῦ ἡμῖν λελεγμένων καὶ τῶν περὶ αὐτοῦ προφητευομένων, τίνα μᾶλλον χρὴ νομίζειν θεὸν καὶ θεοῦ παῖδα κατεληλυθέναι πρὸς ἀνθρώπους, τὸν τοσαῦτα οἰκονομήσαντα καὶ ποιήσαντα Ἰησοῦν ἢ τοὺς προφάσει χρησμῶν καὶ μαντειῶν μὴ ἐπανορθοῦντας μὲν τὰ ἤθη τῶν θεραπευομένων καὶ προσέτι δ' ἀποστάντας τῆς εἰλικρινοῦς καὶ καθαρᾶς πρὸς τὸν τῶν ὅλων ποιητὴν σεβασμίου τιμῆς καὶ σχίζοντας τὴν τῶν προσεχόντων αὐτοῖς ψυχὴν προφάσει τιμῆς πλειόνων θεῶν ἀπὸ τοῦ ἑνὸς καὶ μόνου ἐναργοῦς καὶ ἀληθινοῦ θεοῦ;