• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πέμπτος

5.

Ἀγγέλους γὰρ καλέσαι μὴ ἀναλαβόντας τὴν ὑπὲρ ἀνθρώπους περὶ αὐτῶν ἐπιστήμην οὐκ εὔλογον. Ἵνα δὲ καὶ καθ' ὑπόθεσιν ἡ περὶ αὐτῶν ἐπιστήμη θαυμάσιός τις οὖσα καὶ ἀπόῤῥητος καταληφθῇ, αὕτη ἡ ἐπιστήμη, παραστήσασα τὴν φύσιν αὐτῶν καὶ ἐφ' οἷς εἰσιν ἕκαστοι τεταγμένοι, οὐκ ἐάσει ἄλλῳ θαῤῥεῖν εὔχεσθαι ἢ τῷ πρὸς πάντα διαρκεῖ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ σωτῆρος ἡμῶν υἱοῦ θεοῦ· ὅς ἐστι «λόγος» καὶ σοφία καὶ ἀλήθεια καὶ ὅσα ἄλλα λέγουσι περὶ αὐτοῦ αἱ τῶν προφητῶν τοῦ θεοῦ καὶ τῶν ἀποστόλων τοῦ Ἰησοῦ γραφαί. Ἀρκεῖ δὲ πρὸς τὸ ἵλεως ἡμῖν τοὺς ἁγίους ἀγγέλους εἶναι τοῦ θεοῦ καὶ πάντα πράττειν αὐτοὺς ὑπὲρ ἡμῶν ἡ πρὸς τὸν θεὸν διάθεσις ἡμῶν, ὅση δύναμις ἀνθρωπίνῃ φύσει, μιμουμένη τὴν ἐκείνων προαίρεσιν, μιμουμένων αὐτῶν τὸν θεόν· καὶ ἡ πρὸς τὸν υἱὸν αὐτοῦ λόγον κατὰ τὸ ἐφικτὸν ἡμῖν διάληψις, οὐκ ἐναντιουμένη τῇ τρανοτέρᾳ περὶ αὐτοῦ διαλήψει τῶν ἁγίων ἀγγέλων ἀλλ' ἐπ' ἐκείνην ὁσημέραι τῇ τρανότητι καὶ διαρθρώσει σπεύδουσα. Ὡς μὴ ἀναγνοὺς δὲ τὰς ἱερὰς ἡμῶν γραφὰς ὁ Κέλσος ἑαυτῷ ἀποκρίνεται ὡς ἀφ' ἡμῶν ὅτι ἄλλο τι γένος παρὰ θεοῦ φαμεν τοὺς καταβαίνοντας ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀγγέλους καί φησιν ὡς τὸ εἰκὸς λεχθῆναι ἂν αὐτοὺς ὑφ' ἡμῶν δαίμονας· οὐχ ὁρῶν ὅτι τὸ τῶν δαιμόνων ὄνομα οὐδὲ μέσον ἐστὶν ὡς τὸ τῶν ἀνθρώπων, ἐν οἷς τινὲς μὲν ἀστεῖοι τινὲς δὲ φαῦλοί εἰσιν, οὔτ' ἀστεῖον, ὁποῖόν ἐστι τὸ τῶν θεῶν, τασσόμενον οὐκ ἐπὶ φαύλων δαιμονίων ἢ ἐπὶ ἀγαλμάτων ἢ ἐπὶ ζῴων, ἀλλ' ὑπὸ τῶν τὰ θεοῦ ἐγνωκότων ἐπὶ τῶν ἀληθῶς θειοτέρων καὶ μακαρίων. Ἀεὶ δ' ἐπὶ τῶν φαύλων ἔξω τοῦ παχυτέρου σώματος δυνάμεων τάσσεται τὸ τῶν δαιμόνων ὄνομα, πλανώντων καὶ περισπώντων τοὺς ἀνθρώπους καὶ καθελκόντων ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὑπερουρανίων ἐπὶ τὰ τῇδε πράγματα.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité