• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πέμπτος

10.

Εἰ δὲ χρὴ ἀπολογήσασθαι ἡμᾶς, ἐπ' ἴσης μὴ προσκυνοῦντας ἀγγέλους καὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα, περὶ τοῦ μηδὲ τοὺς λεγομένους ὑφ' Ἑλλήνων ἐμφανεῖς θεοὺς καὶ αἰσθητοὺς προσκυνεῖν, φήσομεν ὅτι καὶ ὁ Μωϋσέως νόμος ἐπίσταται τούτους ἀπονεμηθέντας μὲν ὑπὸ τοῦ θεοῦ «πᾶσι τοῖς ἔθνεσιν ὑποκάτω τοῦ οὐρανοῦ» οὐκέτι δὲ καὶ τοῖς εἰς ἐξαίρετον μερίδα ληφθεῖσι τῷ θεῷ παρὰ πάντα τὰ ἐπὶ γῆς ἔθνη. Γέγραπται γοῦν ἐν Δευτερονομίῳ· «Καὶ μή ποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω παντὸς τοῦ οὐρανοῦ. Ἡμᾶς δ' ἔλαβε κύριος ὁ θεὸς καὶ ἐξήγαγεν ἡμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι λαὸν αὐτῷ ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.» «Γένος» τοίνυν «ἐκλεκτὸν» καὶ «βασίλειον ἱεράτευμα» καὶ «ἔθνος ἅγιον» καὶ «λαὸς εἰς περιποίησιν» κληθέντες ὑπὸ θεοῦ εἶναι ὁ Ἑβραίων λαός, περὶ οὗ τῷ Ἀβραὰμ προείρητο ἀπὸ τῆς πρὸς αὐτὸν τοῦ κυρίου φωνῆς· «Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν αὐτῷ· Οὕτως ἔσται τὸ σπέρμα σου», οὐκ ἔμελλε τὴν ἐλπίδα ἔχων οὕτω γενέσθαι ὡς οἱ ἐν οὐρανῷ ἀστέρες προσκυνεῖν ἐκείνους, οἷς ἐκ τοῦ συνιέναι καὶ τηρεῖν τὸν νόμον τοῦ θεοῦ ἐξομοιοῦσθαι ἔμελλον. Καὶ γὰρ λέλεκται πρὸς αὐτούς· «Κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.» Καὶ ἐν τῷ Δανιὴλ δὲ προφητεύεται τοιαῦτα περὶ τῶν κατὰ τὴν ἀνάστασιν· «Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ· καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι.» Ὅθεν καὶ ὁ Παῦλος λαβὼν ἐν τοῖς περὶ ἀναστάσεώς φησι· «Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.»

Οὐ τοίνυν ἦν εὔλογον τοὺς διδαχθέντας μεγαλοφυῶς ὑπεραναβαίνειν πάντα τὰ δημιουργήματα καὶ ἐλπίζειν τὰ ἄριστα περὶ αὐτῶν παρὰ τῷ θεῷ ἐπὶ τῷ καλλίστῳ βίῳ καὶ ἀκούσαντας τὸ «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» καὶ τὸ «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς», ἀσκοῦντας ἔχειν τὴν λαμπρὰν καὶ ἀμάραντον σοφίαν, ἢ καὶ ἀνειληφότας αὐτὴν οὖσαν «ἀπαύγασμα» «φωτὸς ἀϊδίου», καταπλαγῆναι τὸ αἰσθητὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων φῶς ἐπὶ τοσοῦτον, ὥστε διὰ τὸ αἰσθητὸν φῶς ἐκείνων νομίσαι ἑαυτοὺς κάτω που εἶναι, ἔχοντας τηλικοῦτον νοητὸν γνώσεως φῶς καὶ «φῶς ἀληθινὸν» καὶ «φῶς τοῦ κόσμου» καὶ «φῶς τῶν ἀνθρώπων», κἀκείνοις προσκυνῆσαι· οὓς εἰ ἄρα προσκυνεῖσθαι ἐχρῆν, οὐ διὰ τὸ θαυμαζόμενον ὑπὸ τῶν πολλῶν αἰσθητὸν φῶς ἐχρῆν προσκυνεῖσθαι ἀλλὰ διὰ τὸ νοητὸν καὶ ἀληθινόν, εἴπερ καὶ οἱ ἐν οὐρανῷ ἀστέρες ζῷά εἰσι λογικὰ καὶ σπουδαῖα καὶ ἐφωτίσθησαν τῷ φωτὶ τῆς γνώσεως ὑπὸ τῆς σοφίας, ἥτις ἐστὶν «ἀπαύγασμα» «φωτὸς ἀϊδίου.» Καὶ γὰρ τὸ μὲν αἰσθητὸν φῶς αὐτῶν ἔργον ἐστὶ τοῦ τῶν ὅλων δημιουργοῦ· τὸ δὲ νοητὸν τάχα καὶ αὐτῶν καὶ ἐκ τοῦ ἐν αὐτοῖς αὐτεξουσίου ἐληλυθός.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung