• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πέμπτος

11.

Οὐ χρὴ δὲ οὐδ' αὐτὸ προσκυνεῖσθαι ὑπὸ τοῦ βλέποντος καὶ συνιέντος τὸ ἀληθινὸν φῶς, οὗ μετοχῇ καὶ ταῦτ' εἰ ἄρα πεφώτισται, οὐδ' ὑπὸ τοῦ βλέποντος τὸν πατέρα τοῦ ἀληθινοῦ φωτὸς θεόν, περὶ οὗ καλῶς λέλεκται τό· «Ὁ θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.» Καὶ ὥσπερ οἱ διὰ τὸ φῶς αἰσθητὸν καὶ οὐράνιον εἶναι προσκυνοῦντες ἥλιον καὶ σελήνην καὶ ἄστρα οὐκ ἂν προσκυνήσαιεν σπινθῆρα πυρὸς ἢ λύχνον ἐπὶ γῆς, ὁρῶντες τὴν ἀσύγκριτον ὑπεροχὴν τῶν νομιζομένων ἀξίων προσκυνεῖσθαι παρὰ τὸ τῶν σπινθήρων καὶ τῶν λύχνων φῶς· οὕτως οἱ νοήσαντες, πῶς «Ὁ θεὸς φῶς ἐστι», καταλαβόντες δέ, πῶς ὁ υἱὸς τοῦ θεοῦ «φῶς ἀληθινόν» ἐστιν, «ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον», συνιέντες δὲ καί, πῶς οὗτός φησι τό· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», οὐκ ἂν εὐλόγως προσκυνήσαιεν τὸν οἱονεὶ βραχὺν σπινθῆρα ὡς πρὸς φῶς τὸν θεὸν ἀληθινοῦ φωτὸς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις.

Καὶ οὐκ ἀτιμάζοντές γε τὰ τηλικαῦτα τοῦ θεοῦ δημιουργήματα οὐδ' Ἀναξαγορείως «μύδρον διάπυρον» λέγοντες εἶναι τὸν ἥλιον καὶ σελήνην καὶ ἀστέρας τοιαῦτά φαμεν περὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἀλλ' αἰσθανόμενοί τε τῆς ἀφάτῳ ὑπεροχῇ ὑπερεχούσης θειότητος τοῦ θεοῦ ἔτι δὲ καὶ τοῦ μονογενοῦς αὐτοῦ ὑπερέχοντος τὰ λοιπά. Πειθόμενοι δὲ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ ἀστέρας εὔχεσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ, κρίνομεν μὴ δεῖν εὔχεσθαι τοῖς εὐχομένοις· ἐπεὶ καὶ αὐτοὶ ἀναπέμπειν ἡμᾶς βούλονται μᾶλλον ἐπὶ τὸν θεόν, ᾧ εὔχονται, ἢ κατάγειν πρὸς ἑαυτοὺς ἢ μερίζειν ἡμῶν τὴν εὐκτικὴν δύναμιν ἀπὸ τοῦ θεοῦ καὶ πρὸς ἑαυτούς.

Χρήσομαι δὲ καὶ τούτῳ περὶ αὐτῶν κατὰ τὸν τόπον παραδείγματι· ὁ σωτὴρ ἡμῶν καὶ κύριος ἀκούσας ποτέ· «Διδάσκαλε ἀγαθέ», ἀναπέμπων τὸν λέγοντα τοῦτο ἐπὶ τὸν ἑαυτοῦ πατέρα φησί· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατήρ.» Εἴπερ δὲ τοῦτ' εὐλόγως ὡς «εἰκὼν» τῆς ἀγαθότητος τοῦ θεοῦ τυγχάνων εἴρηκεν ὁ υἱὸς «τῆς ἀγάπης» τοῦ πατρός, πῶς οὐχὶ εὐλογώτερον ἂν τοῖς προσκυνοῦσιν εἶπεν ἥλιος· τί με προσκυνεῖς; «Κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις»· ᾧ κἀγὼ καὶ πάντες οἱ σὺν ἐμοὶ προσκυνοῦμεν καὶ λατρεύομεν. Κἂν μὴ τηλικοῦτος δέ τις ᾖ, οὐδὲν ἧττον καὶ ὁ τοιοῦτος εὐχέσθω τῷ λόγῳ τοῦ θεοῦ, δυναμένῳ αὐτὸν ἰάσασθαι, καὶ πολλῷ πλέον τῷ πατρὶ αὐτοῦ, ὃς καὶ τοῖς πρότερον δικαίοις «Ἐξαπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν».

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung