12.
Θεὸς οὖν κατὰ τὴν χρηστότητα αὐτοῦ οὐ τοπικῶς ἀλλὰ προνοητικῶς συγκαταβαίνει τοῖς ἀνθρώποις, καὶ ὁ τοῦ θεοῦ παῖς οὐ τότε μόνον ἀλλὰ καὶ ἀεὶ μετὰ τῶν ἰδίων μαθητῶν ἐστι, πληρῶν τὸ «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Καὶ εἴπερ «κλῆμα καρπὸν οὐ δύναται φέρειν», «ἐὰν μὴ ἐμμείνῃ τῇ ἀμπέλῳ», δῆλον ὅτι καὶ οἱ τοῦ λόγου μαθηταί, τὰ νοητὰ τῆς ἀληθινῆς ἀμπέλου τοῦ λόγου «κλήματα», οὐ δύνανται φέρειν τοὺς καρποὺς τῆς ἀρετῆς, ἐὰν μὴ μένωσιν ἐν τῇ ἀληθινῇ ἀμπέλῳ, τῷ Χριστῷ τοῦ θεοῦ καὶ μεθ' ἡμῶν τῶν τοπικῶς κάτω ἐπὶ γῆς τυγχάνοντι, ὃς μετὰ τῶν πανταχοῦ προσπεφυκότων αὐτῷ ὤν, ἤδη δὲ καὶ μετὰ τῶν οὐκ εἰδότων αὐτὸν πανταχοῦ ἐστι. Καὶ τοῦτό γε ὁ τὸ εὐαγγέλιον γράψας Ἰωάννης ἐκ προσώπου τοῦ βαπτιστοῦ Ἰωάννου δηλοῖ, λέγοντος· «Μέσος ὑμῶν στήκει, ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος.» Ἄτοπον δ' ἐστίν, τοῦ πληρώσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εἰπόντος· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος» ὄντος μεθ' ἡμῶν καὶ πλησίον ἡμῶν τυγχάνοντος – πιστεύω γὰρ αὐτῷ λέγοντι· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ θεὸς πόῤῥωθεν, λέγει κύριος» – , ζητεῖν εὔχεσθαι τῷ μὴ φθάνοντι ἐπὶ τὰ σύμπαντα ἡλίῳ ἢ σελήνῃ ἤ τινι τῶν ἀστέρων.
Ἔστω δέ, ἵνα αὐταῖς ταῖς λέξεσι Κέλσου χρήσωμαι, προφητεύοντας εἶναι ὑετοὺς καὶ θάλπη καὶ νέφη καὶ βροντὰς ἥλιον καὶ σελήνην καὶ ἀστέρας· ἆρ' οὖν, εἰ προφητεύουσιν οὗτοι τὰ τηλικαῦτα, οὐχὶ μᾶλλον τῷ θεῷ, ᾧ ὑπουργοῦντες προφητεύουσι, προσκυνητέον κἀκεῖνον σεπτέον ἤπερ τοῖς προφήταις αὐτοῦ; Προφητευέτωσαν οὖν καὶ ἀστραπὰς καὶ καρποὺς καὶ γονὰς ἁπάσας, καὶ πάντα ταμιευέσθωσαν τὰ τοιαῦτα· ἀλλ' οὐ διὰ τοῦτο προσκυνήσομεν τοὺς προσκυνοῦντας ὡς οὐδὲ Μωϋσέα καὶ τοὺς μετ' αὐτὸν ἐκ θεοῦ προφητεύσαντας τὰ κρείττονα ὑετῶν τε καὶ θάλπους καὶ νεφῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ καρπῶν καὶ πασῶν γονῶν αἰσθητῶν. Ἀλλὰ κἂν ἔχωσιν ἥλιος καὶ σελήνη καὶ ἀστέρες προφητεύειν προφητείας κρείττονας ὑετῶν, οὐδ' οὕτως αὐτοὺς ἀλλὰ τὸν πατέρα τῶν ἐν αὐτοῖς προφητειῶν καὶ τὸν διάκονον αὐτῶν λόγον τοῦ θεοῦ προσκυνήσομεν.
Ἀλλ' ἔστω καὶ κήρυκας αὐτοῦ εἶναι καὶ ἀληθῶς οὐρανίους ἀγγέλους, πῶς οὖν οὐχὶ καὶ οὕτως τὸν κηρυσσόμενον ὑπ' αὐτῶν θεὸν καὶ τὸν ἀγγελλόμενον μᾶλλον προσκυνητέον ἢ τοὺς κήρυκας καὶ τοὺς ἀγγέλους αὐτοῦ;