13.
Ἑαυτῷ δὲ λαμβάνει Κέλσος ὅτι ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἡγούμεθα εἶναι τὸ μηδέν. Περὶ ὧν ὁμολογοῦμεν ὅτι καὶ αὐτοὶ «τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ» ἀπεκδέχονται, «τῇ» τῶν ὑλικῶν σωμάτων «ματαιότητι» ἐπὶ τοῦ παρόντος ὑποτεταγμένοι, «διὰ τὸν ἐπ' ἐλπίδι ὑποτάξαντα». Εἰ δ' ἀνεγνώκει ὁ Κέλσος καὶ ἄλλα μὲν μυρία, ὅσα περὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων φαμέν, καὶ τὸ «Αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς» καὶ τὸ «Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν», οὐκ ἂν περὶ ἡμῶν ἀπεφήνατο ὅτι λέγομεν τὰ τηλικαῦτα, αἰνοῦντα μεγάλως τὸν θεόν, εἶναι τὸ μηδέν. Οὐκ οἶδε δ' ὁ Κέλσος οὐδὲ τὸ «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ».
Καὶ ἐν τούτοις δὴ τέλος ἐχέτω ἡ περὶ τοῦ μὴ σέβειν ἡμᾶς ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἀπολογία. Ἐκθώμεθα δὲ καὶ τὴν ἑξῆς λέξιν, ἵνα μετὰ τοῦτο πρὸς αὐτὴν θεοῦ διδόντος εἴπωμεν τὰ ἀπὸ τοῦ τῆς ἀληθείας φωτὸς δοθησόμενα ἡμῖν.