17.
Εἶτα τούτοις ἑξῆς παρακούσας ἤτοι τῶν ἱερῶν γραμμάτων ἢ τῶν μὴ νενοηκότων τὰ ἱερὰ γράμματά φησιν ὑφ' ἡμῶν λέγεσθαι μόνους διαμενεῖν κατὰ τὸν καιρὸν τοῦ ἐπαχθησομένου τῷ κόσμῳ διὰ πυρὸς καθαρσίου οὐ μόνον τοὺς ζῶντας τότε ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας· οὐχ ὑπολαβὼν μετά τινος ἀποῤῥήτου σοφίας λελέχθαι παρὰ τῷ ἀποστόλῳ τοῦ Ἰησοῦ τό· «Οὐ πάντες κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.» Ἐχρῆν δ' αὐτὸν ἐπιστῆσαι, τί νοήσας ὁ λέγων ταῦτα ὡς οὐδαμῶς νεκρὸς χωρίσας ἑαυτὸν ἀπ' ἐκείνων καὶ τοὺς παραπλησίους ἑαυτῷ ἔλεγε μετὰ τὸ «Καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι»· «καὶ ἡμεῖς ἀλλαγησόμεθα». Εἰς δὲ βεβαίωσιν τοῦ τοιαῦτά τινα νενοηκότα τὸν ἀπόστολον γεγραφέναι, ἃ παρεθέμην ἐκ τῆς πρὸς Κορινθίους προτέρας, παραθήσομαι καὶ τὰ ἐκ τῆς πρὸς Θεσσαλονικεῖς προτέρας, ἐν ᾗ φησιν ὁ Παῦλος ὡς ζῶν καὶ ἐγρηγορὼς καὶ ἕτερος ὢν τῶν κοιμηθέντων τοιαῦτα· «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ.» Εἶτα πάλιν ἑξῆς τούτοις ἄλλους ἐπιστάμενος τοὺς ἐν Χριστῷ νεκροὺς παρ' ἑαυτὸν καὶ τοὺς παραπλησίους αὐτῷ ἐπιφέρει λέγων· «Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα.»