28.
Ἀλλ' εἰκὸς ὅτι φήσουσι πρὸς ταῦτα ὅσιον εἶναι τὸν τὰ πάτρια φυλάττοντα καὶ μηδαμῶς ἀνόσιον, ἐπειδὴ τὰ ἑτέρων οὐ τηρεῖ· πάλιν τε αὖ τὸν νομισθέντα ἀνόσιον εἶναι παρὰ τοῖσδέ τισι μὴ εἶναι ἀνόσιον, ὅταν κατὰ τὰ πάτρια τὰ μὲν ἴδια σέβῃ τὰ δὲ παρὰ τοῖς ἐναντίους ἔχουσι νόμους προσπολεμῇ καὶ καταθοινᾶται. Ταῦτα δὲ ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου καὶ εὐσεβείας ταραχήν, οὐ διαρθρουμένης οὐδὲ φύσιν τινὰ ἰδίαν ἐχούσης καὶ εὐσεβεῖς εἶναι χαρακτηριζούσης τοὺς τὰ κατ' αὐτὴν πράττοντας. Εἴπερ οὖν ἡ εὐσέβεια καὶ ἡ ὁσιότης καὶ ἡ δικαιοσύνη τῶν πρός τι ἐστίν, ὡς τὸ αὐτὸ εἶναι ὅσιον καὶ ἀνόσιον παρὰ τὰς διαφόρους σχέσεις καὶ τοὺς νόμους, ὅρα εἰ μὴ καὶ ἡ σωφροσύνη τῶν πρός τι ἀκολούθως ἔσται καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις καὶ ἡ ἐπιστήμη καὶ αἱ λοιπαὶ ἀρεταί· ὧν οὐδὲν ἂν εἴη ἀτοπώτερον.]
[Ἁπλούστερον μὲν οὖν καὶ κοινότερον ἱσταμένοις πρὸς τὰς Κέλσου ἐκκειμένας λέξεις αὐτάρκη τὰ εἰρημένα· ἐπεὶ δὲ νομίζομεν καὶ τῶν ἐξεταστικωτέρων τινὰς ἐντεύξεσθαι τῇδε τῇ γραφῇ, φέρε ὀλίγα τῶν βαθυτέρων παρακινδυνεύοντες ἐκθώμεθα, ἔχοντά τινα μυστικὴν καὶ ἀπόῤῥητον θεωρίαν, περὶ τοῦ ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμῆσθαι χωρία τῶν ἐπὶ γῆς· καὶ τῶν κατειλεγμένων ἀτόπων φέρε ὅση δύναμις καθαρὸν παραστήσωμεν τὸν λόγον.