29.
Δοκεῖ δή μοι παρακηκοέναι τινῶν ὁ Κέλσος περὶ τῆς διανεμήσεως τῶν ἐπὶ γῆς μυστικωτέρων λόγων, ὧν ἐφάπτεται μέν πως καὶ ἡ ἑλληνικὴ ἱστορία, εἰσαγαγοῦσά τινας τῶν νομιζομένων θεῶν περὶ τῆς Ἀττικῆς πρὸς ἀλλήλους ἡμιλλῆσθαι, ποιοῦσα δὲ παρὰ τοῖς ποιηταῖς τινας τῶν λεγομένων θεῶν ὁμολογεῖν τινας τόπους οἰκειοτέρους αὐτοῖς. Καὶ ἡ βαρβαρικὴ δὲ ἱστορία καὶ μάλιστα ἡ Αἰγυπτίων τοιαῦτά τινα ἐμφαίνει περὶ τοῦ μερισμοῦ τῶν τῆς Αἰγύπτου καλουμένων νομῶν, λέγουσα ὅτι ἡ λαχοῦσα τὴν Σάϊν Ἀθηνᾶ ἡ αὐτὴ ἔχει καὶ τὴν Ἀττικήν. Αἰγυπτίων δὲ οἱ λόγιοι μυρία ὅσα τοιαῦτα φήσουσιν, οὐκ οἶδα δ' εἰ καὶ Ἰουδαίους συμπαραλαμβάνοντες καὶ τὴν χώραν αὐτῶν τῇ πρός τινα διανεμήσει. Ἀλλὰ περὶ μὲν τῶν ἔξω τοῦ θείου λόγου λεγομένων εἰς ταῦτα ἅλις ἐπὶ τοῦ παρόντος.
Φαμὲν δ' ὅτι ὁ καθ' ἡμᾶς προφήτης τοῦ θεοῦ καὶ γνήσιος θεράπων αὐτοῦ Μωϋσῆς ἐν τῇ τοῦ Δευτερονομίου ᾠδῇ ἐκτίθεται περὶ τοῦ μερισμοῦ τῶν ἐπὶ γῆς τοιαῦτα λέγων· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Τὰ δὲ περὶ τῆς διανεμήσεως τῶν ἐθνῶν ὁ αὐτὸς Μωϋσῆς ἐν τῷ ἐπιγεγραμμένῳ βιβλίῳ Γένεσις ἐν ἱστορίας τρόπῳ φησὶν οὕτως· «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπ' ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σενναάρ, καὶ κατῴκησαν ἐκεῖ»· καὶ μετ' ὀλίγα· «Κατέβη, φησί, κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ εἶπε κύριος· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ' αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν αὐτῶν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον αὐτοῦ. Καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος ὁ θεὸς τὰ χείλη πάσης τῆς γῆς, κἀκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» Καὶ ἐν τῇ ἐπιγεγραμμένῃ δὲ Σολομῶντος Σοφίᾳ περὶ τῆς σοφίας καὶ τῶν κατὰ τὴν σύγχυσιν τῶν διαλέκτων, ἐν ᾗ γεγένηται ὁ μερισμὸς τῶν ἐπὶ τῆς γῆς, τοιαῦτα περὶ τῆς σοφίας εἴρηται· «Αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον, καὶ ἐφύλαξεν αὐτὸν ἄμεμπτον τῷ θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξε.»
Πολὺς δ' ὁ λόγος καὶ μυστικὸς ὁ περὶ τούτων, ᾧ ἁρμόζει τό· «Μυστήριον βασιλέως κρύπτειν καλόν»· ἵνα μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν οὐκ ἐκ μετενσωματώσεως εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ ἅγια διδῶται «τοῖς κυσί», μηδ' οἱ μαργαρῖται παραβάλλωνται χοίροις. Ἀσεβὲς γὰρ τὸ τοιοῦτο, προδοσίαν περιέχον τῶν ἀποῤῥήτων τῆς τοῦ θεοῦ σοφίας λογίων, περὶ ἧς καλῶς γέγραπται· «Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.» Ἀρκεῖ δὲ τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν τῆς ἱστορίας παραστῆσαι τρόπον, ἵν' οἱ δυνάμενοι ἑαυτοῖς ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον.
