33.
Ταῦτα δέ, οὐ μόνον πρὸς τὰ ἐκκείμενα περὶ τῶν ἐποπτῶν ἡμῖν λέλεκται, ἀλλὰ καὶ μετρίως προλαμβάνουσι τὰ ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς λεγόμενα, ἐν οἷς φησιν· Ἴτω δὲ ὁ δεύτερος· ἐρήσομαι δὲ αὐτούς, πόθεν ἥκουσιν ἢ τίνα ἔχουσιν ἀρχηγέτην πατρίων νόμων. Οὐδένα φήσουσιν, οἵ γε ἐκεῖθεν μὲν ὥρμηνται καὶ αὐτοὶ καὶ τὸν διδάσκαλόν τε καὶ χοροστάτην οὐκ ἄλλοθέν ποθεν φέρουσιν· ὅμως δ' ἀφεστήκασιν Ἰουδαίων. Ἥκομεν οὖν ἡμεῖς ἕκαστος «ἐν ταῖς ἐσχάταις ἡμέραις», ὅτε ὁ Ἰησοῦς ἡμῶν ἐπιδεδήμηκεν, εἰς «τὸ ἐμφανὲς ὄρος κυρίου», τὸν «ὑπεράνω» παντὸς λόγου λόγον, καὶ εἰς τὸν οἶκον «τοῦ θεοῦ», ὅς «ἐστιν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας». Καὶ ὁρῶμεν τίνα τρόπον οὗτος οἰκοδομεῖται «ἐπὶ ἄκρων τῶν ὀρέων», πάντων τῶν προφητικῶν λόγων, οἵτινες αὐτοῦ θεμέλιός εἰσιν. Ὑψοῦται δ' οὗτος «ὁ οἶκος» «ὑπεράνω τῶν βουνῶν», τῶν δοκούντων τι ἐξαίρετον παρὰ ἀνθρώποις ἐν σοφίᾳ καὶ ἀληθείᾳ ἐπαγγέλλεσθαι. Καὶ ἐρχόμεθα «πάντα τὰ ἔθνη» ἐπ' αὐτόν, καὶ πορευόμεθα τὰ πολλὰ ἔθνη, καὶ λέγομεν ἀλλήλοις, προτρέποντες ἐπὶ τὴν «ἐν ἐσχάταις ἡμέραις» ἀναλάμψασαν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν· «Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ». Ἐξῆλθε γὰρ ἀπὸ τῶν ἐν «Σιὼν» «νόμος» καὶ μετέστη ἐφ' ἡμᾶς πνευματικός. Ἀλλὰ καὶ «ὁ λόγος κυρίου» ἐξῆλθεν ἀπ' ἐκείνης τῆς «Ἱερουσαλήμ», ἵνα πανταχοῦ νεμηθῇ καὶ κρίνῃ «ἀνὰ μέσον τῶν ἐθνῶν», ἐκλεγόμενος μὲν οὓς ὁρᾷ εὐπειθεῖς ἐλέγχῃ δὲ «λαὸν πολὺν» τὸν ἀπειθῆ.
Καί φαμέν γε πρὸς τοὺς ἐρομένους ἡμᾶς, πόθεν ἥκομεν ἢ τίνα ἔχομεν ἀρχηγέτην, ὅτι ἤλθομεν κατὰ τὰς Ἰησοῦ ὑποθήκας συγκόψαι «τὰς» πολεμικὰς ἡμῶν λογικὰς «μαχαίρας» καὶ ὑβριστικὰς «εἰς ἄροτρα», καὶ «τὰς» κατὰ τὸ πρότερον ἡμῶν μάχιμον «ζιβύνας εἰς δρέπανα» μετασκευάζειν. Οὐκέτι γὰρ λαμβάνομεν «ἐπ' ἔθνος μάχαιραν» οὐδὲ μανθάνομεν «ἔτι πολεμεῖν», γενόμενοι διὰ τὸν Ἰησοῦν υἱοὶ τῆς εἰρήνης, ὅς ἐστιν ἡμῶν ἀρχηγός, ἀντὶ τῶν πατρίων, ἐν οἷς «ξένοι τῶν διαθηκῶν» ἐτυγχάνομεν, λαμβάνοντες νόμον, ἐφ' ᾧ χάριτας ὁμολογοῦντες τῷ ἡμᾶς ῥυσαμένῳ ἀπὸ τῆς πλάνης λέγομεν· «Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑετίζων.» Ὁ χοροστάτης οὖν ἡμῶν καὶ διδάσκαλος ἀπὸ Ἰουδαίων ἐξελθὼν ὅλην νέμεται τῷ λόγῳ τῆς διδασκαλίας ἑαυτοῦ τὴν οἰκουμένην. Καὶ ταῦτα μὲν προλαβόντες πολλοῖς ἐπιφερομένην τοῦ Κέλσου λέξιν ὅση δύναμις ἀνετρέψαμεν, συνάπτοντες τοῖς ἐκκειμένοις αὐτοῦ ῥητοῖς.
