40.
Ἐπεὶ δὲ τοιαῦτα εἰπὼν ὁ Κέλσος περὶ τῶν διαφόρων νόμων ἐπιφέρει ὅτι ὀρθῶς μοι δοκεῖ Πίνδαρος ποιῆσαι, νόμον πάντων βασιλέα φήσας εἶναι, φέρε καὶ περὶ τούτου διαλεχθῶμεν. Τίνα φῄς, ὦ οὗτος, νόμον πάντων εἶναι βασιλέα; Εἰ μὲν τοὺς κατὰ πόλιν, ψεῦδος τὸ τοιοῦτον· οὐ γὰρ ὑπὸ τοῦ αὐτοῦ νόμου πάντες βασιλεύονται· καὶ χρῆν, εἰ ἄρα, λελέχθαι· νόμοι πάντων βασιλεῖς, ἑκάστου γὰρ ἔθνους τῶν πάντων νόμος τις βασιλεύς. Εἰ δὲ κυρίως ἀκούεις τοῦ νόμου, ὁ φύσει βασιλεὺς τῶν πάντων οὗτός ἐστιν· εἰ καί τινες δίκην λῃστῶν, ἀποστάντων τοῦ νόμου, τοῦτον μὲν ἀρνοῦνται λῃστρικῶς δὲ καὶ ἀδικητικῶς διαζῶσιν. Ἡμεῖς οὖν οἱ Χριστιανοὶ τὸν τῇ φύσει πάντων βασιλέα ἐπιγνόντες νόμον, τὸν αὐτὸν ὄντα τῷ νόμῳ τοῦ θεοῦ, κατ' αὐτὸν βιοῦν πειρώμεθα, μακρὰν χαίρειν φράσαντες τοῖς οὐ νόμοις νόμοις.