48.
Κἂν σεμνύνωνται τοίνυν Ἰουδαῖοι τῇ περιτομῇ, χωρίσουσιν αὐτὴν οὐ μόνον τῆς Κόλχων καὶ Αἰγυπτίων περιτομῆς ἀλλὰ καὶ τῆς Ἰσμαηλιτῶν Ἀράβων, καίτοι γε ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἀβραὰμ τοῦ Ἰσμαὴλ γεγενημένου καὶ σὺν ἐκείνῳ περιτεμνομένου. Λέγουσι δὲ Ἰουδαῖοι τὴν μὲν ὀκταήμερον περιτομὴν εἶναι τὴν προηγουμένην, τὴν δὲ μὴ τοιαύτην ἐκ περιστάσεως· καὶ τάχα διά τινα πολέμιον τῷ Ἰουδαίων ἔθνει ἄγγελον αὐτὴ ἐτελεῖτο, δυνάμενον μὲν σίνεσθαι τοὺς μὴ περιτεμνομένους αὐτῶν, ἀτονοῦντα δὲ ἐν τοῖς περιτεμνομένοις. Ὅπερ φήσει τις δηλοῦσθαι ἐκ τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων, ἐν οἷς ὁ ἄγγελος πρὸ μὲν τῆς περιτομῆς τοῦ Ἐλιάζαρ ἐνεργεῖν ἐδύνατο κατὰ Μωϋσέως, περιτμηθέντος δ' αὐτοῦ οὐδὲν ἴσχυσε. Καὶ τοιαῦτά γε μαθοῦσα ἡ «Σεπφώρα λαβοῦσα ψῆφον περιέτεμε» τὸ παιδίον ἑαυτῆς, κατὰ μὲν τὰ κοινὰ τῶν ἀντιγράφων λέγειν ἀναγεγραμμένη τό· «ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου», κατὰ δὲ τὸ ἑβραϊκὸν αὐτό· «Νυμφίος αἱμάτων σύ μοι.» ᾜδει γὰρ τὸν περὶ τοῦ τοιουδὶ ἀγγέλου λόγον, δυναμένου πρὸ τοῦ αἵματος καὶ παυομένου διὰ τὸ τῆς περιτομῆς αἷμα· ἐφ' ᾧ καὶ ἐλέχθη αὐτῷ τό· «Νυμφίος αἱμάτων σύ μοι.»
Ἀλλὰ ταῦτα μὲν περιεργότερά πως εἶναι δοκοῦντα καὶ οὐ κατὰ τὴν τῶν πολλῶν ἀκοὴν παρακεκινδυνευμένως ἐπὶ τοσοῦτον λελέχθω, οἷς ἔτι ἓν ὡς Χριστιανῷ πρέπον προσθεὶς ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. Ἐδύνατο γὰρ οὗτος οἶμαι ὁ ἄγγελος κατὰ τῶν μὴ περιτεμνομένων ἀπὸ τοῦ λαοῦ καὶ ἁπαξαπλῶς πάντων τῶν σεβόντων μόνον τὸν δημιουργόν, καὶ ἐπὶ τοσοῦτόν γε ἐδύνατο, ὅσον οὐκ ἀνειλήφει σῶμα ὁ Ἰησοῦς. Ὅτε δ' ἀνείληφε, καὶ περιετέμνετο τὸ ἐκείνου σῶμα, καθῃρέθη πᾶσα ἡ κατὰ τῶν ἐν τῇ θεοσεβείᾳ ταύτῃ <μὴ> περιτεμνομένων δύναμις αὐτοῦ· ἀφάτῳ γὰρ θειότητι καθεῖλεν ἐκεῖνον ὁ Ἰησοῦς. Διὸ τοῖς μαθηταῖς αὐτοῦ ἀπείρηται περιτέμνεσθαι καὶ λέγεται αὐτοῖς· «Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει.»