53.
Ἤρκει μὲν οὖν τὰ προειρημένα ἐν τοῖς ἰδίᾳ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξετασθεῖσι πρὸς τὰς Κέλσου λέξεις· ἵνα δὲ μὴ δοκῶμεν τόπον τινὰ αὐτοῦ τῆς γραφῆς ὑπερβαίνειν ἑκόντες ὡς μὴ δεδυνημένοι λέγειν πρὸς αὐτόν, φέρε, εἰ καὶ ταυτολογεῖν μέλλομεν, ἐπὶ τοῦτο ἡμᾶς τοῦ Κέλσου προκαλουμένου, ὅση δύναμις ἐπιτεμώμεθα τὸν λόγον, ἐὰν ἄρα τι ὑποπέσῃ περὶ τῶν αὐτῶν ἢ ἐναργέστερον ἢ καινότερον. Φησὶ δὴ παραλιπεῖν ὅσα περὶ τοῦ διδασκάλου Χριστιανοὶ διελέγχονται, οὐ παραλιπών τι ὧν ἐδύνατο λέγειν· ὅπερ ἐστὶ φανερὸν ἐκ τῶν ἀνωτέρω αὐτῷ λελεγμένων· ἄλλως δὲ ῥητορικῇ ἐγχειρήσει κατακολουθῶν τὸ τοιοῦτο ποιεῖ. Ἀλλὰ καὶ ὅτι οὐ διελεγχόμεθα περὶ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, κἂν δοκῇ ὁ ἐγκαλῶν διελέγχειν, δῆλον ἔσται τοῖς φιλαλήθως καὶ ἐξεταστικῶς ὅλοις τοῖς περὶ αὐτοῦ προφητευομένοις καὶ ἀναγεγραμμένοις ἐντυγχάνουσιν.
Ἑξῆς δέ, ἐπεὶ νομίζεται συγχωρητικῶς λέγειν περὶ τοῦ σωτῆρος ὅτι δοκείτω τις ὡς ἀληθῶς ἄγγελος οὗτος εἶναι, φαμὲν ὅτι τοῦτ' οὐχ ὡς συγχωρούμενον ἀπὸ Κέλσου λαμβάνομεν, τῷ δ' ἔργῳ αὐτοῦ ἐνορῶντες ὅλῳ τῷ γένει τῶν ἀνθρώπων ἐπιδεδημηκότος κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν διδασκαλίαν, ὡς ἕκαστος ἐχώρει τῶν προσιεμένων αὐτόν. Ὅπερ ἔργον ἦν τοῦ, ὡς ὠνόμασεν ἡ περὶ αὐτοῦ προφητεία, οὐχ ἁπαξαπλῶς ἀγγέλου ἀλλὰ τοῦ τῆς «μεγάλης βουλῆς» ἀγγέλου· ἤγγελλε γὰρ ἀνθρώποις τὴν μεγάλην τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων περὶ αὐτῶν βουλήν, εἰκόντων μὲν τῷ βιοῦν ἐν καθαρᾷ θεοσεβείᾳ ὡς ἀναβαινόντων διὰ τῶν μεγάλων πράξεων πρὸς τὸν θεόν, μὴ προσιεμένων δὲ ὡς ἑαυτοὺς μακρυνόντων ἀπὸ τοῦ θεοῦ καὶ ἐπὶ τὴν ἀπώλειαν διὰ τῆς περὶ θεοῦ ἀπιστίας ὁδευόντων.